Letter 358: You know Marcellus, I expect — by his profession and, even before that, by his character, for he is no less a good...
Ἀνατολίῳ. (358)
Οἶσθά που Μάρκελλον ἀπὸ τῆς τέχνης καὶ ἔτι γε προ-
τερον ἀπὸ τῶν τρόπων· οὐ γὰρ μᾶλλον ἀγαθὸς ἰατρὸς ἢ
χρηστὸς ἀνήρ
σὺ μὲν οὖν ·αὐτοῦ τὴν τέχνην ἐν ἄλλων
ἔγνως σώμασι καὶ οὕτω γε τὰς ἁπάντων ἰατρῶν μανθάνοις·
ἐγὼ δὲ αὐτὸν εἶδον ἐν τοῖς ἐμαυτοῦ κακοῖς, ἀφ’ ὧι με ἐξίλ-
κύσεν ἤδη βεβαπτισμένον. εἰ γὰρ μὴ οὗτος ἐκοίμισε τὸ νό-
σημα τῆς κιφαλῆς, ἢ ἐτεθνήκειν ἂν ἢ ζῶν ἂν ἐπενθούμην,
ὅτι μὴ ἐτεθνήκειν.
ἔχοι δ’ ἂν καὶ ἕκαστος τῶν τὴν ὴμε-
τέραν οἰκούντων ἐφ’ ὁμοίοις μνησθῆναι Μαρκέλλου. διὰ γὰρ
δὴ παντὸς ἀφῖκται σώματος ἀντιταττόμενος τοῖς προσβολαῖς
ὥστ᾿ εἰ μὲν οὗτος ὑγιαίνοι, καὶ τοῖς νοσοῦσιν ἐλπίδες· εἰ δ
ἀσθενήσειε, κοινὸς ὁ φόβος κάμνουσί τε καὶ μὴ. τοῦτον ὁ
μὲν τιμῶν οὐ θαυμάζεται, μικρὰ γὰρ ἀντὶ μεγάλων δίδωσιν·
ὁ δ’ οὐ τιμῶν κἂν πατρὸς πατάξειε γνάθους.
ἐμοὶ μὲν δὴ
πᾶσα ἀνάγκη τὸν πρεσβύτην ἀντευποιεῖν·ἀντευποιήσαιμι δ’ ἄν,
εἰ τῇ σῇ δυνάμει χρησαίμην· ἡ γὰρ ἐμὴ λεπτή τις. προθυμοῦ
δὴ καί με δεῖξον εἰς ἀμοιβὰς οὐ φαῦλον.
τοίνυν αἰτοῦ
μὲν; Μάρκελλος ὀψέ ποτε γίγνεται πατὴρ μάλα ταύτης ἐπι-
θυμήσας τῆς κλήσεως καὶ πρὸς ἱεροῖς ἱκετεύσας καὶ ἔστιν
αὐτῷ τὰ τέκνα, Ἀσκληπιοῦ δῶρα.
διὰ δὴ τοῦτο πάνυ γέ
ρων ὢν πάνυ νέους υἱοὺς τρέφει, οὓς ἄρτι γάλακτος ἀπαλλα-
γέντας εἰς στρατιώτας ὁ βασιλεὺς ἐνέγραψεν, ὧν νῦν ὁ καλὸς
ἡγεῖται ουσώνιος πράττων αὐτοῖς ἀσφάλειαν εἰς ἅπαντα
τὸν χρόνον. ἀλλὰ νῦν κηρύγματα περιφοιτᾷ χωρεῖν ὡς ὑμᾶς,
οἷς οὗτος ὁ βίος.
τοῖς δὲ Μαρκέλλου παισὶν οὐχ ὅπως
τοῦτο ῥᾷστον, ἀλλ’ οὐδ’ ὑπερβῆναι τὰς πύλας. δεδοίκαμεν δὴ
μὴ τοῦτο αὐτοὺς ἐκβάλλῃ τοῦ σχήματος καὶ σοῦ δεόμεθα τη-
ρεῖν αὐτοὺς ἀπόντας ἐν τῷ σχήματι. λέγεται δὲ Μουσωνίῳ
τὸ σὸν νεῦμα νόμος εἶναι, καὶ παλαιός γε ὁ νόμος τὸν ὕπαρ-
χον τοῖς ἔχουσιν ὃ νῦν ἐκεῖνος ὁριστὴν εἶναι τῶν ἔργων.
βεβαίωσον δὴ δόξαν οὕτω καλὴν ἐν οἷς ἐπαγγέλλομεν καὶ
μὴ θαυμάσῃς εἰ Στρατηγίου γράμμασιν ἐμὰ Μάρκελλος παρ-
έζευξε· φήμη γὰρ ἐμὲ παρὰ σοὶ πλεῖστον ἰσχύειν.
Related Letters
Herodianus has been granted a short leave by us, so that he may go and see the small piece of land he owns.
The man who preserves Helladius's household by his tireless efforts is this Martyrius here.
What am I to do? You say you want complaints, but everything you do deserves praise.
You cannot avoid helping the Galatians, whom you once governed, wherever they turn, and I am bound by many reasons...
This Hilarinos is a Greek from Euboea — not inexperienced in legal matters.