Letter 375: Those of us who did not share in the wedding feast deserved at least a letter about the marriage, telling us that...

LibaniusKalukios|c. 349 AD|Libanius
barbarian invasioneducation booksfriendshipmonasticismwomen

Καλυκίῳ. (358)

Ἡμῖν τοῖς οὐ μετασχοῦσι τῶν γαμικῶν δείπνων γράμ-
ματα γοῦν ἐχρῆν περὶ τῶν γάμων ἐλθεῖν παρὰ σοῦ δηλοῦντα
ὡς τὰ μὲν ἔχει σοι καλῶς, τῶν δὲ λόγων νῦν μὲν ἐπὶ σαυτοῦ
φροντίζεις, μικρὸν δὲ ὕστερον αὖθις σῦν ἡμῖν.

σὺ δ’ ἔοι-
κας ἡμῶν ἐπιλελῆσθαι καὶ δέδοικα μὴ μεθ’ ἡμῶν καὶ τῶν
λόγων. ἀλλ’ οὐ δίκαιον, ὦ βέλτιστε καὶ ἐξ ἀγαθῶν νεανίσκε.
λογίζου γάρ, τίς μέν σοι πατήρ, τίς δέ σοι κηδεστής. οὐκοῦν
Ἱεροκλῆς μὲν οὗτος, Ἀκάκιος δὲ ἐκεῖνος, ἄμφω λαμπρώ;

τί
οὖν αὐτοὺς ἐποίησε μεγάλους; ἆρα ἰσχὺς σώματος ἢ ποδῶν
τάχος ἢ πλῆθος χρημάτων; οὐ μὰ Δία, ἀλλ’ ἔν τι γενναῖον,
οὗ καὶ Μίδα βέλτιον ἂν ἦν μετασχεῖν ἢ σχεῖν ὁπόσον δὴ λἐ-

γεται χρυσόν λέγειν γὰρ δυνηθέντες εἰς τοῦθ’ ἧκον, ἐν ᾧπέρ
εἰσι.

πῶς οὖν οὐ δεινὸν Κίμωνα μὲν τὰ ἐν τοῖς ὅπλοις
ζηλῶσαι τοῦ πατρός, σὲ δὲ χείρω φανῆναι τῆς τοῦ πατρὸς ἐν
δικαστηρίοις ἰσχύος, καὶ φιλοτιμεῖσθαι μὲν τῷ θυγατρὶ ῥήτο-
ρος συνοικεῖν, ὅσον δὲ κέκτησαι ῥητορικῆς προέσθαι παρὸν
ὁπόσον ἄπεστι προσλαβεῖν;

παραινῶ δή σοι τῷ θέρει μὲν
τὰ ἀπελθόντα τῆς μνήμης αὖθις εἰσάγειν, τοῦ χειμῶνος δὲ
πλάττειν λόγους ὑφ’ ἡμῖν. ἡ γυνὴ δὲ πάντως ἴψεται παρακα-
λοῦσα καὶ συνευχομένη γενέσθαι σοι τὸ διὰ λόγων κάλλος ἢ
τὸ Νιρέως.

σὺ δὲ μήτοι νομίσῃς αἰσχρὸν ἐπὶ γάμῳ κοινω-
νεῖν μουσείων. τὸ γὰρ δὴ φύσει καλὸν οὐκ ἔστιν ὅτε οὐκ ἔστι
καλόν, καὶ μείζων ἔπαινος ἀφειμένον παρὰ τοῦ νόμου προ-
θυμίᾳ μετιέναι τὴν θήραν. ἀφ’ ἧς εὐφρανεῖς μὲν φίλους,
φοβήσεις δὲ δυσμενεῖς, καὶ τοὺς μὲν ἕξεις ὠφελεῖν, τοὺς δὲ
κατασύρειν.

ἐνθυμοῦ δὲ ὅτι καὶ Σωκράτης σοφὸς ὤν, ὥς
φησιν ὁ θεός, τὰς ἐν γήρᾳ μαθήσεις οὐκ ἔφευγεν ἀεὶ καιρὸν

εἶναι νομίζων μανθάνειν. οὐδὲν δεινὸν ἐγκεῖσθαι βιβλίοις
παρούσης γυναικός, τοῦτο μὲν οὖν ἥδιστον παρ’ ᾗ βούλοιο ἂν
εὐδοκιμεῖν, καὶ ταύτης ὁρώσης καλόν τι ποιεῖν.

καὶ μὴν εἰ
μὲν οὐ κινεῖ σε πρὸς ταῦτα ὁ πατὴρ οὐκ οἰόμενός σε ἀναστή-
σεῖν, κρείττων φάνηθι τῆς ἐλπίδος ἐκείνου· κινοῦντος δὲ εἰ
μὴ προσέχοις, ἀνάγκη λυπεῖν τε καὶ λυπεῖσθαι. τοῦτο δέ ἐστι
ζητοῦντα ῥᾳστώνην ἐν ἀηδίᾳ ζῆν.

ἀλλ᾿, ὦ φίλτατε, λογι-
σάμενος, ἡλίκην ποιήσεις πανήγυριν καὶ γονεῦσι καὶ κηδεσταῖς
καὶ τῷ πάντα ἀρίστῳ θείῳ καὶ τῇ χρηστῇ γυναικὶ καὶ ἐμοὶ
τῷ πολλὰ περὶ σὲ πεπονηκότι, νῦν μὲν ἔμπλησον σαυτὸν πα-
λαιῶν συγγραμμάτων, γεωργῶν δὲ ἤδη τῶν περὶ τὰς ληνοὺς
πεπαυμένων αὐτὸς ἥκειν δεῦρο τύχῃ ἀγαθῇ.

Related Letters