Letter 379: I was right to do both things: to write and to stop writing.

LibaniusModestos|c. 350 AD|Libanius
illness

Μοδέστῳ. (358/59)

Ἑκάτερον εἰκότως ἐποίουν· ἔγραφόν τε καὶ τοῦ γρά-
φειν ἀφιστάμην· τὸ μὲν γὰρ ἦν ἐπιθυμοῦντος γράμματα λα-
βεῖν, τὸ δὲ τῷ μὴ λαβεῖν ὀκνοῦντος αὖθις ἐπιχειρεῖν. νῦν
οὖν ἐπειδή μοι τὸ λαβεῖν ἤνυσται, τοξότην ἐναργῶς ὄψει καὶ
πυκνὰς ἀφιέντα τὰς ἐπιστολάς.

βουλόμενος δὲ μαθεῖν ἐν
οἷς ὢν τυγχάνω λύπης ἔοικας ἐπιθυμεῖν· ἀπὸ γὰρ ἐκείνων
τῶν χρόνων εἰς τήνδε τὴν ἡμέραν ἡ κεφαλή μοι τυχεῖν εἰρή-
νης οὐ δεδύνηται.

προσῆν δὲ τούτῳ μεῖζον κακόν. τὸ μηδὲ

παρὰ σὲ φοιτᾶν ἔχειν, ὃ τῷ γε ἔχοντι παντὸς ἄμεινον φαρ-
μάκου· ὡς εὖ ἴσθι, κἂν ὑγιέστερος ὦ Κρότωνος, σοῦ γε
ἀφεστηκὼς ἐν τοῖς ἀρρωστοῦσιν ἐμαυτὸν τίθημι.

Δάφνην
δὲ τὴν Ἀπόλλωνι φίλην — οὐ τὴν νύμφην λέγω νῦν, ἀλλ’ οἷ
μετέβαλεν ἡ κόρη — καὶ πρόσθεν καλὴν ἡγούμενος ἔτι καλλίω
νομίζω καὶ σοὶ δοκοῦσαν καλήν. οὐ μὴν ἔγωγε μετέχω τοῦ
χωρίου δεσμώτης ὑπὸ τῆς τέχνης γεγονώς· ὃ γὰρ σοὶ τὸ ἄρ-
χειν, ἐμοὶ τὸ διδάσκειν.

Related Letters