Letter 382: I ran into Martialis — the good fellow — one evening; we were both on horseback.

LibaniusOnoratos|c. 350 AD|Libanius
friendshiptravel mobility

Ὁνωράτῳ. (358)

Ἐνετύχομεν ἀλλήλοις ἑσπέρας ἐγώ τε καὶ Μαρτιάλης ὁ
χρηστὸς ἐφ’ ἵππων φερόμενοι, καί με πρότερος ἐπιγνούς, ἴσως
μὲν ὀξύτερον ὁρῶν, ἴσως δὲ καὶ παρὰ τοῦ τρίβωνος τοῦτο
λαβών, βοήσας ἀπέβη, κἀγὼ ταὐτὸ ποιῶ. εἰπὼν δὲ ὅθεν τε
ἤκοι καὶ πορεύοιτο γράψον ἔφη τῷ φιλοῦντι σὲ δὴ
λέγων.

ἐγὼ δὲ αὐτὸν ἠξίουν διορθοῦσθαι τὸ ῥῆμα καὶ μὴ
πρᾶγμα πάλαι πεπαυμένον ἔτι νῦν εἶναι λέγειν. σὺ γὰρ ὅτι
μὲν τῷ πρὸς ἐμὲ φίλτρῳ μικροῦ καὶ τὸν Ἀρισταίνετον παρ-
ῆλθες, οἶσά τε καὶ πολλοὺς ἐδίδαξα. τοῦτο δὲ πότε μὲν κατέ-
λυσας, ἔχω λέγειν, ἀνθ’ ὅτου δέ, εἰπεῖν οὐκ ἔχω.

γενο-
μένῃς γὰρ σοὶ μὲν τῆς ἐνταῦθα ἀρχῆς, τῆς μείζονος λέγω,
ἐμοὶ δὲ τῆς οὐ πάντα εὐτυχοῦς ἐπανόδου, — τὰ μὲν γὰρ ἄλλα
οὐκ αἰτιῶμαι, τὸ σῶμα δέ μοι διόλωλε — τότ’ οὖν ἐκείνου τοῦ
χειμῶνος ἐγηγερμένου σοί τε οὐχ ὑπῆρξεν ὅσα διενοοῦ πρᾶξαι
περὶ ἡμᾶς ἐγώ τε πολλῶν μὲν ἀγαθῶν ἀπεστερήθην, πολλῶν
δὲ δεινῶν εἰς πεῖραν ἦλθον. κείσθω δὴ ταῦτα εἶναι τοῦ και-
ροῦ.

μετὰ ταῦτα σὺ καλούμενος ἐκ Κιλικίας ἐπὶ λαμπρο-

τέραν δύναμιν γράψας πρὸς Θεόφιλον ὡς ἀπαίροις προσπαρέ-
γραψας ἐμὲ προσαγορεύειν, καὶ ἦν τοὐμὸν ὄνομα προσθήκη
τῆς πρὸς ἄλλον ἐπιστολῆς

τοῦτό με πρῶτον ἐτάραξε καὶ
παρεῖχεν ὑπονοεῖν, ὡς ἄρα τἀρχαῖα κεκίνηται. καὶ ἐφαίνου δή
μοι τῷ μὲν μὴ πρὸς ἐμὲ γεγραφέναι μεταβεβλῆσθαι, τῷ δὲ ἐν
τῇ πρὸς ἄλλον ἐπιστολῇ μνησθῆναι κατὰ μικρὸν λύειν ἐθέλειν
τὰ πρὸς ἐμὲ τοῦ μὴ τοὺς ἀνθρώπους ἐκπλαγῆναι τῇ μετα-
στάσει. φέρειν ᾤμην δεῖν καὶ τοῦτο καῐ μήπω πάντα ἡγεῖ
σθαι διακεκόφθαι

Γαλατῶν ἀρχὴ τῶν ἑσπερίων, καὶ Κυ-
ρἰνου κλῆσις εἰς κοινωνίαν πόνων καὶ γράμματα πρὸς ἐκεῖ-
νον, ἐμοὶ δὲ οὔ. τί δὴ νομίζειν ἐχρῆν τὸν πάλαι μὲν πρὸ
τῶν ἄλλων ἁπάντων, ὕστερον δὲ ἐν οὐδενὶ λόγῳ;

Κυρίνῳ
μὲν οὖν παρῄνουν ὑπακούειν καὶ ταῦτα ἀτιμαζόμενος, ἀλλ’,
οἶμαι, τῆς ἐμῆς ἐκράτει συμβουλῆς ὁ περὶ τῷ παιδὶ φόβος.
ἀκούων δέ σου τὰ πολλὰ καὶ μεγάλα, εἰ γὰρ ἐν μικροῖς σὺ μέ-
ίας, τίς ἂν ἦσθα τηλικοῦτον ἅρμα ἐλαύνων; φιλῶν ἔτι τῷ
λήξαντι τοῦ φιλεῖν συνηδόμην.

ἐκβαίνεις δὴ πάλιν εἰς
ἰδιώτην διὰ σπουδῆς, μεθ’ ἦς ἀεὶ τὸ ἄρχειν ἀπέθου, καὶ Βι-
θυνίας ἐπιβὰς οὐδ’ ὑπὸ τοῦ χωρίου πρὸς μνήμην ἡμῶν ἐκι-
νήθης. ἐν ᾧ δὴ χωρίῳ μικρὰς μὲν ἐδέξω παρ’ ἡμῶν ᾠδάς,
ἴσως δὲ οὐ φαύλας.

ἀλλὰ χρόνοις ὕστερον ἀφικνεῖταί τις

Γαλάτης, ἐπιεικὴς ἄνθρωπος, Ἀρσακίου συγγενής. δίκη δὲ
ἦν αὐτῷ καὶ ἔδει τῆς τοῦ κρινοῦντος εὐνοίας. οὗτός μοι κο-
μίζει γράμματα σά τε καἰ οὐ σά. τῆς μὲν γὰρ σῆς ἦν, οἶμαι,
χειρός, τῆς δὲ σῆς οὐκ ἦν διανοίας, μᾶλλον δὲ τῆς σῆς ταυ-
τῇσί τῆς δευτέρας· οὕτως οὐδὲν τῆς συνηθείας ἐκείνης ἐνετε-
τύπωτο, ἀλλὰ πικρά τε ἦν καὶ ἄγρια καὶ δηλοῦντα, ὡς ἄρα
ἀναγκασθείης καὶ πρὸς τὴν ἀνάγκην ἄχθοιο.

ἐγὼ μὲν
οὖν ἐμεμψάμην τὴν ἐπιστολήν, ἐκεῖνος δὲ τὴν ἐμὴν οὐκ ἐμέμ-
ψατο προθυμίαν. ἀπὸ τούτων ἐγνώκειν μὲν σιωπᾶν, τί γὰρ
δεῖ μὴ βουλομένῳ γράφειν; Μαρτιάλης δὲ κελεύων οὐκ ἐπέ-
τρεπεν ἀρνεῖσθαι.

σὺ δὲ ἂν μὲν τὴν οὖσαν ἐθέλῃς αἰτίαν
εἰπεῖν, ἥ σε μετέστησεν, οὐκ ἂν δέοιο μακρῶν λόγων· κρύ-
πτων δὲ ἐκείνην ἀεὶ μὲν ἐρεῖς, ἀεὶ δὲ δεήσῃ λόγων. οὕτως
οὐ λύσεις τὴν αἰτίαν.

βούλει μαθεῖν ἃ τοῖς φίλοις εἰκά-
ζοῦσι παρέστη; νομίζουσιν Εὔρυμόν τινα ταῦτα εἰργάσθαι. ὁ
δὲ Εὔρυμος ἐκεῖνος διέβαλλε τῷ Κάστορι τὸν ἀδελφόν, ἀλλ’
οὐχ ὁ Κάστωρ ἐσίγησεν, ἀλλ’ ὁ μὲν ἔφρασεν, ὁ δὲ Πολυδεύ-
κης ἀγαθὸς ἐγένετο πύκτης ἐπὶ τὸν Εὔρυμον.

Related Letters