Letter 386: If doing less than one's ability permits while willing counts as laziness, then I am far from that charge.

LibaniusHierocles|c. 350 AD|Libanius
friendshipgrief deathillnesstravel mobility

Ἱεροκλεῖ. (355)

Εἰ τὸ τῆς δυνάμεως ἐλάττω ποιεῖν ἑκόντα ῥᾳθυμεῖν ἐστι,
πόρρω τῆς αἰτίας ἐγώ. βραχύτερα μὲν γὰρ ἢ ὁ καιρὸς ἀπῄτει
γέγραφα, πλείω δὲ οὐκ εἶχον ὑπ’ ἀρρωστίας.

τὴν μέντοι
συμβᾶσάν σοι πρὸς τὸν ἄνδρα τουτονὶ ταραχὴν ἴσθι μακρὰν
ἡμῖν γεγονέναι συμφοράν. τὸ γὰρ οὓς εἰκὸς ἦν μάλιστα συμ-
πνεῖν, τούτους ὁρᾶν ἐν στάσει καὶ τῷ γιγνομένῳ μὲν ἀλγεῖν,
παῦσαι δὲ αὐτὸ μὴ δύνασθαι πῶς οὐκ ἐμοί τε καὶ τοῖς σοῖς
ἀδελφοῖς καὶ πᾶσιν οἷς εὔνοια πρὸς τὰ σὰ νομίζοιτ’ ἂν συμ-
φορά;

ὃ δέ γε τούτου δεινότερον, οἴχεται Χρωμάτιος, o)
Ζεῦ καὶ θεοί, καὶ πάλιν ἐρῶ Χρωμάτιος, ὃς ἐκόσμει μὲν τὴν

παλαιστίνην τῷ φῦναι αὐτόθι, ἐκόσμει δὲ τὰς Ἀθήνας εὖ
τἀκεῖθεν δεξάμενος.

ἦν δὲ τῷ γένει μὲν κλέος, τοῖς φίλοις
δὲ λιμήν. μόνος δὲ ὧν ἴσμεν μάλιστα μὲν ἐθαυμάσθη, ἥκιστα
δὲ ἐφθονήθη. τοῖς λόγοις μὲν ἐξέπληττε, τῷ τρόπῳ δὲ ἔθελ-
γεν αὐτὸς ὢν καὶ ῥήτωρ δεινὸς καὶ ἀνὴρ χρηστός.

τί πρῶ-
τον ἐννοήσω καὶ διὰ τί πρῶτον ὀδύρωμαι; ὡς ἡμᾶς οἴκημα
εἶχεν Ἀθήνησιν; ὡς τράπεζα μία ὡς τοῖς αὐτοῖς ἐχαίρομεν;
ὡς ταὐτὰ ἐφροντίζομεν; ὡς ἠκονῶμεν ἀλλήλους ἀλλήλοις ὄν-
τες κριταί;

ἀλλ’ ὅτε ἐπανῆκον τὴν προτέραν ἐπιδημία
τίνας οὐ παρῆλθε κρότῳ τε καὶ τοῖς ἄλλοις ἃ σοφιστῶν ὠφε-
λεῖν σχῆμα δοκεῖ; καὶ μὴν ὅπως μὲν αὖθις ἐπανέλθοιμι, προὔ-
τρεψεν, ἐγένετο δὲ ἀντὶ πολλῶν ἀφιγμένῳ.

καὶ ταῦτα ἔπρατ-
τεν εἰδὼς ὅτι λυπήσει τινὰ βέλτιστος ὢν εἰς ἐμέ. ἀλλ’ ὅμως
οὐκ ἀπέστησεν αὐτὸν τῆς ὑπὲρ ἡμῶν ἀνδρίας τό τινα μἐμ-
ψιν παρὰ τοῦ δεῖνος ἀκολουθήσειν, ἀλλ’ ὃ δίκαιον ᾤετο, ἐλευ-
θέρως ἐποίει καὶ τοὺς ἀξιοῦντας αὐτὸν αὑτοῖς χαριζόμενον
ἀδικεῖν ὡς οὐ σφόδρα ὑγιαίνοντας ἀπεσείετο.

τοιαῦτα
ἡμῖν βοηθῶν ἠσθένησε καὶ τοσούτῳ κακῷ πιεζόμενος ἐκαρτέ-
ρει σιγῇ. ἔπειτα ἀναστὰς ὥρμησε μὲν ἐπὶ Κιλικίας, ὥρμησε
δὲ εἰς Ἅιδου. καὶ τὸ χωρίον, οἱ μετέστη, πρότερον δοκοῦν
ἥδιστον πῶς, οἴει, κέκριται χαλεπόν;

ἐγὼ δὲ εὐθὺς μὲν
ἀκούσας ἄφωνος ἦν ὡς ἐπὶ πλεῖστον· ἐπεὶ δὲ ἠδυνήθην ῥῆ-

ξαι φωνήν, ἀφῆκα πρώτην, ὡς ἄρα τὸ κάλλιστον τῶν ἐπὶ γῆς
ἀπελήλυθεν, ἀνὴρ σωφρονέστερος μὲν Πηλέως θεοφιλὴς δὲ
οὐχ ἧττον ἢ Σοφοκλῆς, δεινὸς εἰπεῖν, ἀμείνων κρῖναι, φίλος
σαφής, οὐδέν τι χείρων· ἐκείνων τῶν Συρακουσίων οἷς ἐπί-
δειξις ἐγένετο τοῦ πράγματος ἐν τῇ Διονυσίου τυραννίδι.

καὶ ταῦτα ἐγὼ διῆλθον, Ἱερόκλεις, δακρύων. ἔπειτα ἐξ
αὐτῶν ὧν ἐδάκρυον ἐνεθυμήθην πως, ὅτι ἄρα οὐ χρὴ δακρύειν.
τὸ γὰρ οὕτω βεβιωκέναι καλῶς εἰς τὴν τελευτὴν παραμύθιον.
ὃ μὲν γὰρ ἔπαθε, κοινόν· ἐφ’ οἷς δὲ ἐπαινεῖται, ταῦτα οὐ
κοινά.

καὶ δὴ καὶ σὲ δεῖ μᾶλλον χαίρειν, ὅτι τοιοῦτον
ἀδελφιδοῦν ἐκτήσω καὶ κηδεστὴν ἢ τῷ συμβεβηκότι πλήrτε-
σθαι. λογίζου δὲ ὅτι θεῶν μὲν γνώμῃ πάντα πράττεται, θεοὶ
δὲ τὸν ὧδε ἔχοντα ἀρετῆς οὐκ ἄν τι κακὸν ἔδρων. δίκαιοι γὰρ
καὶ οὐκ ἂν ὃν τιμᾶν ἐχρῆν ἐκόλαζον.

οὐκ ἄρα ὅπως τι
δεινὸν εἴη πεπονθώς, ἀπέθνησκεν, ἀλλ’ ἐπὶ τῷ βελτίονι. δο-
κοῦσι γάρ μοι νομίσαντες τὸν ἄνδρα κρείττω μὲν ἢ διατρίβειν
ἐν γῇ, τῷ δὲ αὑτῶν πρέπειν χορῷ μετενεγκεῖν ἐνθένδε εἰς οὐρα-
νόν. οὕτως αὐτόν τε σὲ δεῖ φρονεῖν καὶ τὴν θυγατέρα πείθειν

καὶ οἴεσθαι τῆς ἐκείνου παιδείας ἄξιον εἶναι τὸ ὑμᾶς ἐπί-
στασθαι φέρειν.

καὶ περὶ μὲν τῆς τελευτῆς τοῦ ἑταίρου
πλείω μὲν ἔνι λέγειν, δεῖ δὲ οὐδέν, εἰδότι γὰρ ἂν λέγοιτο.
τὴν δὲ ἐνθάδε ταραχὴν ἡμεῖς τε ὅπως καταστήσεται φροντί-
ζομεν σόν μέρος οὐ μικρόν. οἱ μὲν γὰρ τοιοῦτοι καιροὶ φρο-
νίμου δέονται, σὺ δέ, εἴπερ τις, ἐπὶ τῷ φρονεῖν δόξαν ἔχεις.

ὥσπερ οὖν εἰ κυβερνήτης ἐτύγχανες, ἠξίουν ἄν σε ἐν χει-
μῶνι δεικνύναι τὴν τέχνην, οὕτως, ἐπειδὴ συνέσει νικᾷς, ἄν-
δρα ὀργιζόμενον διάλλαξον.

Related Letters