Letter 389: It seems that my speech about my head — which I had been composing as a rhetorical exercise — was destined to come...

LibaniusUgieinos|c. 351 AD|Libanius
illness

Ὑγιεινῷ. (355)

Ἔμελλεν ἄρα ὁ περὶ τῆς κεφαλῆς μοι λόγος, ὃν ἐπλατ-
τόμην, εἰς ἔργον ἥξειν παιδεύοντος, οἶμαι, τοῦ θεοῦ μὴ τὰ
τοιαῦτα κομψεύεσθαι. ὡς γὰρ κόμην, ἡμέρᾳ δεκάτῃ μοι
προσέβαλεν ἴλιγγος καὶ παρῄνει Δαμάλιος πίνειν φάρμακον.

ἐγὼ δὲ οὐκ ἐνεγκὼν αὐξῆσαι ἐν τῷ θέρει τὸ κακὸν τοῦ
φθινοπώρου πίνω Μαρκέλλου δόντος ἱερὰν αὐτήν, οἶμαι, κα-
λεῖτε. καὶ ἔπινον ἐκείνης, ἦς γευομένων ἑτέρων ἐταραττόμην,

καὶ τοσαύτην ἐπικουρίαν δεξάμενος μετὰ φόβου θαυμαστοῦ
τὸν χειμῶνα διῆλθον Ὀλυμπίου τὸ πεπωκέναι τε ἐπαινοῦντος
καὶ κελεύοντος αὖθις ἦρι πιεῖν.

ἄρτι δὲ ὑπολάμποντος πό-
νος ἰσχυρὸς προσέπεσε τοῖς νεφροῖς βρόχον ἀναγκάζων ζητεῖν.
ἔπειτα μῆνα διαλιπὼν προσέπεσε πικρότερος καὶ ἐποίησεν ἀνάγ-
κἠν πράγματος, ὃ διετέλουν ἀναβαλλόμενος. Πανόλβιος γὰρ
τῶν ἄλλων ἐλαίῳ τὰς ἀλγηδόνας ἀξιούντων κοιμίζειν τέμνει
μοι φλέβα, καὶ ῥᾴων μὲν εὐθὺς ἐγενόμην, θαρρεῖν δὲ ὑπὲρ
τοῦ παντὸς οὐκ ἔχω.

τῷ τοίνυν ἐνταῦθα ὄντι κακῶν, πῶς
ἂν ταῦτα διαφύγοι, λέγε. σοφιστὰς δὲ ἑτέρωθεν μεταπέμπου
καὶ ὥσπερ ἐγὼ σὲ βούλομαι παρεῖναι τῷ βασιλεῖ, οὕτως ἐμὲ
σὺ νοσεῖν παρὰ τοῖς οἰκείοις, ἐπειδὴ νοσεῖν ἀνάγκη.

Related Letters