Letter 391: Whenever I write to Hierocles — and I have done so many times — I never fail to add: "Please do our friend Anthios a...

LibaniusAnthios|c. 351 AD|Libanius
friendship

Ἀνθίῳ. (355)

Ἐγὼ πρὸς Ἱεροκλέα γράφων, πολλάκις δὲ τοῦτο ἐποίησα,
οὐκ ἔστιν ὅτε προσέθξκα τό· ὅπως ἡμῖν εὖ ποιῇς
ἑταῖσον Ἄνθιον. καὶ ἴσως μέν τί σοι κἀΚεῖνος βεβοήθηκεν·
εἰ δὲ οὐδέν τι προσέσχεν, ἀλλ’ ἐξεύρηκά γε σύμμαχον, ὃς ἐμήν
γε χάριν κἂν διὰ πυρὸς ἔλθοι.

εἶτε οὖν δεῖ σοί τι προσ-
γενέσθαι ἀγαθόν, προθυμήσεται· εἴτε λυθῆναι λυπηρόν, οὐκ
ἀποκνήσει· εἴθ’ ἕτερον ἄρχοντα πεῖσαι τὰ δίκαια πρὸς σὲ ποι-
εἰν, οὐδὲ τοῦτο φεύξεται.

κεχάρισται δὲ πρὸ τῶν ἄλλωι
τῷ γράμματά σοι δι’ αὐτοῦ παρ’ ἐμοῦ φοιτᾶν. θάρρει δὴ καὶ
πρόσιθι καὶ τὰ σαυτοῦ θεράπευε καὶ νόμιζε καιροῦ τινος
εἰλῆφθαι.

Related Letters