Letter 397: You have permission to come to us.

LibaniusGumnasios|c. 351 AD|Libanius
friendship

Γυμνασίῳ. (355)

Ἐξουσία σοι παρ’ ἡμᾶς ἰέναι. καὶ οὐκ ἀλαζονεύσομαί γε,
ὅτι ταῦτα λέγω. ἀλλ’ ὡς ἤκουσε Στρατήγιος ὁ πάντα ἐπαινέτην
αὑτοῦ δεικνὺς ἀληθῆ, ὅτι Γυμνάσιος ἐρῴη Συρίας, εὐθὺς μὲν
ἐγκώμιον κατέτεινε, σοφιστοῦ πόνον, οὕτως ἦν πολύ τε καὶ
καλόν, ἡμῖν δὲ οὐ δέδωκε σπουδάσαι πάντα εὐθὺς ποιῶν.

σὺ δ’ ἔοικας τῶν μὲν παρ’ ἡμῖν ἐπιθυμεῖν, ὑπὸ δὲ τῶν
ἐκεῖθεν κατέχεσθαι.

Related Letters