Letter 399: That wretch Theodoros has caused you trouble and us — the injured parties — anger.

LibaniusKalliopios|c. 352 AD|Libanius
friendship

Καλλιοπίῳ. (355)

Ὁ κακῶς ἀπολούμενος Θεόδωρος σοί τε πόνων αἴτιος
καὶ ἡμῖν τοῖς ἠδικημένοις ὀργῆς. οὐ μέντοι τοῦτό γέ σοι
μεμφόμεθα τὸ τοὺς παρόντας πρὸ τῶν ἀπόντων ποιεῖσθαι
καὶ τοὺς μὲν αἰδεῖσθαι, τοὺς δὲ οἴεσθαι τεθνάναι. οὐ γάρ
με λανθάνεις εἰς δόξαν ἥκων ἀπὸ τοῦ τῶν φίλων ἐπιμελὴς
εἶναι.

ἀλλ’, ὦ δαιμόνιε, τὸ μὲν ἀδικεῖσθαι λυπεῖσθαι ποιεῖ,
τῶν λυπουμένων δὲ οὐκ ἀσφαλὴς ἡ γλῶττα. ὥστ’, εἴ τι ταὶ
ῥῆμα ἀηδέστερον ἐξέφυγε, τοῦ καιροῦ τοῦτο νομιστέον, οὐ
τῆς ἡμετέρας γνώμης.

ὁ δὲ Θεόδωρος ἡμῖν ἀποκρινάσθω
εἴτε τοῖς αὑτοῦ συνὼν ἐθέλει τὰ δίκαια ποιεῖν εἴθ’ ἥδιστα ἂν
παρ’ ἡμῖν λούσαιτο. καὶ οὐ φθονήσομέν γε αὐτῷ τῆς ὁδοῦ.

Related Letters