Letter 408: Both my long silence and my writing now have their reasons.

LibaniusDeonas|c. 353 AD|Libanius
education booksfriendship

Δεωνᾷ. (355) 15

Τό τε πολὺν σιγῆσαι χρόνον καὶ τὸ νῦν ἐπιστε[ελαι λόγον
ἐστὶν ἔχον ἀμφότερα· τὸ μὲν γὰρ ὑπ’ ἀθυμίας ἐγίνετο, ἣν τὸ

μὴ λαβεῖν σου γράμματα ἐποίει, τὴν σιγὴν δὲ ἔλυε τὸ λίαν ἐπι-
θυμεῖν <εἰ μὴ> ἄλλην, ταύτην γέ σοι συγγενέσθαι τὴν συν-
ουσίαν· πρὸς δὲ καὶ ἀνδρὸς ὡς ὑμᾶς ἰόντος ἐπισταμένου λέγειν
μὴ καὶ αὐτὸν εἰπεῖν τι δι’ αὐτοῦ τῶν ἀτόπων ἐδόκει.

λέγω
τοίνυν ὅτι πρῶτον μὲν καλῶς ποιεῖς ἀγαθὸς ὤν, ἔπειθ’ ὡς
ὧν ἐπιτηδεύεις καλῶν ἐπαινέτην ἔχεις Ὀλύμπιον, ἄνδρα καὶ
ῥήτορα δεινὸν καὶ φιλόσοφον ἄκρον βοηθοῦντα ψυχαῖς οὐ
μεῖον ἡ σώμασιν ἀπὸ τῶν φαρμάκων.

ἀνὴρ δὲ τοιοῦτος
ἐπαινέτης ἀνδρὶ σώφρονι τιμιώτερον τῶν Γύγου χρημάτων.
ἐπεὶ καὶ αὐτῷ μοι χρήματα μὲν οὐκ ἔστιν, ἡ δὲ παρὰ τοῦδε
ψῆφος, καὶ οἶμαι κατὰ τοῦτο τῶν πολυχρύσων εὐδαιμονέστε-
ρος εἶναι.

ἢν οὖν τι φροντίζῃς περὶ ἡμῶν, σύγγνωθί τε
ἐραστῇ καὶ συλλαβοῦ. καὶ ὅ τι ἂν εὖ ποιήσῃς, δήλωσον γράμ-
μασι τὸ ἔργον· ὡς οὐχ ἥττων ἡ χάρις ἐν τῷ δευτέρῳ.

Related Letters