Letter 410: [To Aristainetus]
Ἀρισταινέτῳ. (355)
Ἀκούω σου κεκρατηκέναι τὴν λύπην καὶ εἶναί σοι περὶ
τὸ μνῆμα τὴν διατριβήν. ἐγὼ δὲ ὥσπερ μὴ λυπούμενον ᾐτιώ-
μην ἄν, οὕτω σφόδρα λυπούμενον οὐκ ἐπαινῶ. τὸ μὲν γὰρ οὐ
τῆς σῆς φύσεως, τὸ δὲ οὐ τῆς σῆς παιδεύσεως.
εἰ δ᾿ οὗν
δεῖ τινος καὶ παρ᾿ ἄλλου παραμυθίας, πληρώσει ταύτην Ὀλύμ-
πιος ἀμφότερα ὢν ἀγαθός, ψυχάς τε καὶ σώματα νοσημάτων
ἐλευθεροῦν.
Σιλανῷ. (355)
Τὰ μὲν δοκοῦντα παρὰ τοῖς ἀνθρώποις μεγάλα δοῦναί σοι
βουληθεὶς οὐκ ἠδυνήθην, τὰ δὲ ὄντα μᾶλλον ἢ δοκοῦντα –
ταυτὶ γὰρ δοῦναι δεδύνημαι – δέχου, φίλον ἄνδρα πάσης
ἀρετῆς γέμοντα, τὸν θαυμαστὸν Ὀλύμπιον.
Related Letters
So Aristainetus has become just one of the crowd -- the man who used to be one of the wise!
I could have refuted you for writing that way -- not for complaining about the frequency of my letters, but for...
The language of your letters convinces me that you are familiar with Plato.
Everything would have come easily to Gymnasius even if he had stayed here with us.
I asked the noble Eusebius whether he counted you among his friends.