Letter 418: After suffering many physical ailments -- having barely recovered from some and still bearing others -- I have one...

LibaniusAnatolius, Constantinopolitan|c. 354 AD|Libanius
education books

Ἀνατολίῳ. (355)

Πόλλα κακὰ περὶ τὸ σῶμα παθὼν καὶ τῶν μὲν μόλις
ἀπαλλαγείς, τὰ δὲ ἔτι φέρων ἕν ἔχω παραμύθιον τὰς ἐλπίδας
τὰς περὶ σέ. μὴ γὰρ οἴου τοὺς ἀνθρώπους ἄλλο τι ᾄδειν ἡ
ὡς αὐτίκα μάλα ἔσται σοὶ μὲν σχῆμα πάλαι προσῆκον, τοῖς
δὲ πράγμασι σωτηρία.

ταύτην δὲ τεκμαίρονται δυοῖν, ἀρετῇ
τε σῇ καὶ τῷ τὸν βασιλέα δι’ ὧν ἔστι σώζειν τὰς πόλεις ὁρᾶν.

ἀλλ’ ὅπως μὴ πάλιν φύγῃς προσιοῦσαν ἀρχήν· οὐ γὰρ κα-

λόν τινα τοῦτον δρασμὸν μελετᾷς. εἰ γὰρ καὶ χρῆν γενέσθαι
δραπέτην, ἤδη γέγονας ἀπὸ τῆς ώμης δραπετεύσας.

Related Letters