Letter 424: It is the mark of a friend to feel pain when hearing such things and to write about them.

LibaniusPhilippus, poet|c. 354 AD|Libanius
friendship

Φιλίππῳ. (355)

Φιλοῦ μὲν τὸ τὰ τοιαῦτα ἀκούσαντα ἀλγῆσαι καὶ ἐπι-
στεῖλαι, ἀγαθοῦ δὲ καὶ κατὰ σὲ τὸ μετὰ Μουσῶν ἐπιστεῖλαι.
ὁ δὲ σοὶ ταῦτα ἀγγείλας ἢ ῥᾳδίως περὶ ὧν οἶδεν οὐδὲν ὡς
εἰδὼς τολμᾷ λέγειν ἢ τοῦτο μὲν οὐχί, σοὶ δὲ ἐχθρός ἐστι καὶ
ἐμοί.

καὶ ταῦτα ἔπλαττεν ἐπὶ ψόγῳ μὲν ἐμῷ, σῇ δὲ λύπῃ.
μᾶλλον δέ, ἐχθροῦ μὲν ἡ γνώμη, τὸ δὲ ἔργον φίλου. τὸ γὰρ
σοὶ μὲν δοῦναι τοιαύτην ἐπιστολὴν συνθεῖναι, καλὴν δὲ οὕτως
ἐλθεῖν ἐπιστολὴν ἐμοὶ σφόδρα ἀμφοῖν κηδομένου.

τὰ δὲ
ἡμέτερα ὧδε ἔστηκεν· οἱ πρὶν ἡμᾶς ἥκειν ἀνθοῦντες ἀπηνθή-
κασιν, φθόνος δ’ ἀνέφυ οὐδείς. τὸ δὲ μὴ πρὸς κέντρα

καὶ μάλα ἴσασι. Κύκλωψ δὲ ἐκεῖνος καὶ Σκύλλα μέχρι τοῦ
πορθμοῦ Σικελίας. χαῖρε τοίνυν καὶ τὴν παροιμίαν ἀφεὶς
συνήδου.

Related Letters