Letter 440: There is no need to tell you about the ambassadors -- you know them both.

LibaniusAristainetus; and separately to Silanus|c. 356 AD|Libanius
education books

Ἀρισταινέτῳ. (355)

Οὐδέν σε διδάσκειν δεῖ περὶ τῶν πρέσβεων· ἄμφω γὰρ
οἶσθα, τὸν μέν, ἡνίκα διὰ τῆς ὑμετέρας ἤλαυνε, τὸν δέ, ὅτε
ἄχρι τῆς ὑμετέρας ἦλθεν.

ἀλλ᾿ ὅμως ἐκεῖνο προσθείην ἄν·
οὐ μικρόν σοι δίκαιον πρὸς αὐτούς· παῖς ἐστιν ἑκατέρῳ παρ᾿
ἡμῖν ἑκάτερος εὐφραίνων ἐλπίσιν.

Related Letters