Letter 444: You left a sting in me that keeps my memory of you alive.

LibaniusSpectatus, official at court|c. 356 AD|Libanius
grief deathtravel mobility

Σπεκτάτῳ. (355)

Κέντρον ἡμῖν ἐναπέθου κινοῦν εἰς τὸ μεμνῆσθαί σου
τὸν τρόπον. ἐμοὶ δὲ καὶ Κληματίῳ δάκρυα κατὰ τῶν παρειῶν
ἄχρι τῶν πυλῶν ἔρρει. ἔπειτα τὸν μὲν ἔπαυσε τῆς λύπης ὁ
τοῦ αὐτίκα σε ὄψεσθαι λογισμός, ἐμὲ δὲ τὸ μετὰ χρηστῆς σε
τῆς ἐλπίδος πορεύεσθαι.

τοὺς φόβους δὲ ἡμῖν ὅτι μὲν ἀν-
αιρήσεις οἶδα, προσέστω δὲ καὶ τάχος τῇ χάριτι. δώσει δέ
σοι πρὸς τὰς δεήσεις ὁδὸν ἡ τῶν πρέσβεων παρουσία, καὶ
συλλήψῃ διὰ μὲν τούτους ἡμῖν, τούτοις δὲ διὰ τὴν πόλιν.

Related Letters