Letter 460: "To one the god gave one thing, but denied another," someone said of a man who prayed for two things.

LibaniusIerakios|c. 357 AD|Libanius
friendship

Ἱερακίῳ. (355/56)

Τῷ δ᾿ ἔτερον μὲν ἔδωκε θεός, ἔτερον δ᾿ ἀνένευ-
σεν, ἔφη τις περί τινος εὐξαμένου δύο. καὶ δὴ καὶ σοὶ τὸ
μέν τι δέδοται, τὸ δὲ τῷ τῷ μὲν γὰρ Διοφάντῳ καὶ τοῦ σω-
φρονεῖν μέλει καὶ λόγων καὶ ἔστιν ἐν ἑκατέρῳ τοιοῦτος οἶος
εὐφρᾶναι πατέρα, τὸν δ’ ἕτερον ἔδει μηδὲ γενέσθαι.

μὴ
οὖν ἔστω τι βλάβος ἡ ’κείνου κακία τῇ τοῦδε ἀρετῇ μηδ’ ἀμ-
φοῖν ἡγοῦ τὰ μὴ ἀμφοῖν, ἀλλ’ ἴσθι τὸν μὲν ἀγαθὸν εἶναι,
τὸν δ’ οὐκ ἐθέλειν.

Related Letters