Letter 474: If I had to fall ill with a kidney disease, I ought to have suffered it while near you — not that there is any...

LibaniusUginos|c. 359 AD|Libanius
illness

Ὑγίνῳ. (356)

Ἐμὲ δέ, εἴπερ ἔδει νοσῆσαι τοὺς νεφρούς, ἔδει παρ᾿ ὑμῖν
τοῦτο παθεῖν, οὐχ ὅτι μοι τὸ πάλαι νοσεῖν ἔχει τινὰ ἡδονήν,
ἀλλ᾿ ὅτι τῆς ἐν σοὶ τέχνης ἐγγύθεν βοηθούσης ἐλέλυτο ἂν ἡ
νόσος. νῦν δὲ ἐν χεροῖν μὲν ἔχων τὸν ἄριστον ἰατρὸν οὐκ
ἔχρῃζον ἰατροῦ, ἐν δὲ ἀπορίᾳ τῶν τοῦτο καλουμένων νοσῶ.

σοὶ δὲ ἔνεστι καὶ ἀπόντι δι᾿ ἐπιστολῆς ἀμῦναι. μέγα οὖν
ἕν τι δηλώσας ῥῦσαι τὸν ἑταῖρον τοῦ κακοῦ.

Related Letters