Letter 487: In my other letters I praised everyone for their eagerness on my behalf.
Ἀνατολίῳ. (356)
Τοὺς μὲν ἄλλους ἐπιστέλλων ἐπῄνουν τῆς εἰς ἐμὲ προ-
θυμίας, σὺ δ’ ὅτι μὲν κἀκείνους ἐπήγειρας προσλαβὼν τὸν
καλὸν Ὀλύμπιον, ἐπεπείσμην τε πρίν τινα ἀγγεῖλαι καὶ δὴ
σαφῶς ἤγγειλεν Ἀντίοχος.
οὐ μέντοι τῶν γε ἐπαίνων κοι-
νωνήσεις. ἃ γάρ, ὅπως σαυτὸν εὐφράναις, ἐποίεις, τούτων
ἕτερον οὐ δεῖ σοι χάριν εἰδέναι. σὺ γὰρ δὴ Φοῖνιξ ὢν καὶ
διατρίβων τὰ μὲν ἐκεῖ, τὰ δὲ παρ’ ἡμῖν, ὃν οὐχ ὁρῶν μὲν
ἀλγεῖς, ὁρῶν δὲ ὑπερχαίρεις, ἔπραττες εἶναι οὗ θεάσῃ πολλά-
κις.
ὥσπερ οὖν, εἰ χρυσὸν ζητῶν ἅπαντα ἐκίνεις λίθον,
οὐκ ἂν ὡς τὸν χρυσὸν εὖ ποιῶν ἐπῃνοῦ, τοῦτο γὰρ ἦν ἐθέλειν
αὐτὸν κερδαίνειν, οὕτω δι’ ὅσων μοι τὸ τῇδε μένειν ἐμηχανῶ,
πάντα ἦν ἐρῶντος καὶ τὰ αὑτοῦ θεραπεύοντος.
ταυτὶ μὶν
οὖν μοι παίζειν ἔπεισιν, ὅπως εἴη σοι βοᾶν καὶ γελᾶν, οἶάπερ
εἴωθας, ἴσθι δέ μοι τὸ σῶμα τῇ περὶ τοὺς νεφροὺς νόσῳ πρὸς
τοῦτο ἀσθενείας ἥκειν ὥστ’, εἰ καὶ μηδὲν ἡμῖν ἐκεῖθεν ἤνυ-
στο, πάντως ἆν ἐκ τῆς συμφορᾶς γενέσθαι τὴν ἀπαλλαγήν.
ἐνιαυτὸν γὰρ ἤδη καὶ μῆνας τρεῖς ὁ λαβύρινθος οὗτος
ἡμᾶς ἔχει τοῦ κακοῦ, καὶ δέδοικα δή, δέδοικα μὴ μετὰ τοῦ
σώματος μαρανθῶσιν οἱ λόγοι καί σοι φανῶ δι’ ἀμφοτέρων
ἄμορφος.
ἐκάλουν δ’ ἄν σε παρ’ ἡμᾶς καὶ τὴν ἀπουσίαν
ἐμεμφόμην, εἰ μή σε ᾔδειν ἐν Ἰταλίᾳ καρπούμενον, ὃ μὴ παρ’
ἄλλοις ἔνι, τὸν κράτιστον Δατιανὸν καὶ τὴν ἐκείνου φωνὴν
καὶ γνώμην, ᾧ συνόντα πᾶσα ἀνάγκη πρὸς τὸ φρονεῖν ἐπι-
διδόναι, ἐπεὶ καὶ ἡμᾶς ἡ περὶ αὐτοῦ μνήμη βελτίους τε ποιεῖ
καὶ πρὸς νοῦν ἄγει.
Related Letters
Spectatus — who loves you above all others (whether he is right to do so I cannot say, but that he loves you...
This Hilarinos is a Greek from Euboea — not inexperienced in legal matters.
Fine work you have done.
Herodianus has been granted a short leave by us, so that he may go and see the small piece of land he owns.
The man who preserves Helladius's household by his tireless efforts is this Martyrius here.