Letter 488: I was glad to see Ablabius for many reasons, not least because he brought me a letter from you.
Ἰουλιανῷ. (356)
Τῇ τε ἄλλῃ τὸν Ἀβλάβιον εἶδον ἡδέως καὶ ὅτι μοι παρὰ
σοῦ γράμματα ἦγεν. ἡμεῖς δὲ πρότερον ἡμᾶς αὐτοὺς μισήσο-
μεν ἢ σοί τι μεμψόμεθα· οὕτω μελέτην πεποίησαι τὸ τὰ ἡμέ-
τέρα μείζω ποιεῖν, ὃς ἤδη καὶ πόλεμον πολεμεῖς οὕτω μακρὸν
ἀπὸ τοῦ μὴ φέρειν, ἢν ἐμοῦ τις ἐπὶ τὰ χείρω μνησθῇ.
καί-
τοι σε δεῖ καὶ γελᾶν εἰδέναι καὶ συγγνώμην ἔχειν τοῖς ἵνα
κολακεύωσιν ἕτερον βλασφημοῦσιν ἕτερον. ζῶσι γὰρ ἀπὸ τοῦ
κολακεύειν καὶ τοῦτο αὐτοῖς βίος ὥσπερ τοῖς ναύταις τὸ ἐρέτ-
τειν.
ὁ δὲ σοφὸς ἐκεῖνος, οὗ τὸν μὲν τρόπον ἡμῖν ἤγγειλεν
Ἀβλάβιος, τοὔνομα δὲ εἰπεῖν οὐκ εἶχε, τὰ μὲν ἄλλα ἡμᾶς οὐκ
ἐλύπει, τουτὶ δὲ μόνον, ὅτι μου μεμνημένος ἐσολοίκιζε καὶ
μέσος ἐγινόμην οὐδὲν ἀδικῶν βαρβαρίας.
πεῖσον οὖν αὐτὸν
μαθόντα μὴ τὰ τοιαῦτα ἁμαρτάνειν, εἶτα οὕτω με λέγειν κα.
κῶς. ἢ τότε γε ἴσως οὐκ ἐρεῖ κακῶς, νῦν δὲ στάδιον ἁνήρ. εἰ
δὲ σὲ λοιδορῶν ἀνιᾷ καὶ λάβοις ἂν ἡδέως δίκην, ῥᾷστον λα-
βεῖν· κλεῖε τὰς θύρας, ἐπειδὰν ἐσθίῃς, αὐτῷ καὶ κέλευε δει-
πνεῖν αὐτὸν οἴκοι καὶ μείζω μὴ ζήτει δίκην, ὡς νῦν γε ὑβρί-
ζει τῷ κόρῳ καὶ πίνει τὸν σὸν οἶνον κατὰ σοῦ.
τούτῳ τε
οὖν τὴν ἀκόλαστον γλῶτταν ἀμύνου καὶ ὅ τι ποτὲ καλεῖται
δήλωσον, ἕν’, ὅταν εἰς αὐτὸν ἐγκώμια γράφωμεν, μὴ ἀνώνυ-
μος ἐπαινῆται.
Related Letters
The grief we felt over your illness has itself made us ill -- what pleasure can we have when you're suffering?
To the Emperor Julian.
If you did not already know from what length of time and through how many acts the friendship between us and our...
I can hardly believe that, than which nothing can be more certain.
As much as I blamed the road — for it was harsh — so much and more I blame myself for turning back so quickly,...