Letter 505: I spent only a little time in your company, owing to my preoccupation with my teaching, and I count it as a real...

LibaniusFlorentius|c. 362 AD|Libanius
friendship

Φλωρεντίῳ. (356/57)

ἐγώ σοι μικρὰ συγγενόμενος διὰ τὴν ἐν λόγοις ἀσχο-
λίαν, ὅτι γε μὴ πάλαι σοι τῶν πάνυ συνήθων γέγονα, βε-
βλάφθαι φημὶ καὶ νῦν ἀπὸ γραμμάτων τὴν φιλίαν θηρεύω,
οὐχ ὅπως σου καρπωσαίμην τὴν δύναμιν, ἐμπόρου γὰρ τοῦτό
γε καὶ οὐ φιλίας ἐπιθυμοῦντος, ἀλλ’ ἵνα μή με καλὸς κἀγαθὸς
ἀνὴρ διαφύγῃ κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ καταδύωμαι
μὴ ἔχων λέγαν ὅτι οὗτος ὁ τοιοῦτος ἐμοὶ φίλος.

εὖ γὰρ
ἴσθι, τοῖς μὲν πολλοῖς ἀπὸ τῶν ἄλλων εὐδαίμων εἶναι δοκεῖς,
γένους δὴ λέγω καὶ πλούτου καὶ τάξεως, ἐφ’ ἦς σὺ βέβηκας·
ἐγὼ δὲ οὐδὲ ταῦτα μὲν ἀτιμάζω, μακαρίζω δὲ τὸ καὶ ἐν τού-
τοις εἰδέναι σωφρονεῖν καὶ πολλῆς εὐφημίας τυγχάνειν. χα-
λεπὸν γὰρ οὗπερ σὺ τεταγμένον πάντας ἐπαινέτας λαβεῖν.
ἀνάγκη γὰρ τὸν ἐν δυνάμει καὶ λυπεῖν τινας.

ἀλλ’ ἐγὼ
μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνων μὲν σῶν ἀκροατὴς γέγονα,
τῶν δὲ ἑτέρων οὔτε ἐγενόμην μήτε γενοίμην.

εὐχόμενος δέ
σε μένειν ἀγαθὸν καὶ τῷ καλῷ Σπεκτάτῳ συνεύχομαι. πρὸς
γὰρ ἀλλήλους ἡμεῖς ὅπερ Ἡρακλῆς καὶ Θησεὺς πρὸς ἀλλή-

λους, ὥσθ’ ὅτι ἂν θατέρῳ καλὸν ᾖ, τοῦτ’ ἀμφοῖν ἐστι.

γε-
νέσθω δή σου τῆς καλοκἀγαθίας τὸ καὶ τῶν γραμμάτων ἀντι-
δοῦναι γράμματα. εἰ δὲ τοῦτο ἐπίπονον, ἀλλὰ τό γε φιλεῖν
ἐθέλειν πόνον οὐκ ἔχει, ὥστ’ ἂν φιλῶν μὴ γράφῃς, ἀρκέσει.

Related Letters