Letter 512: If things had worked out and you had been part of the triumphant company that Themistius assembled around him, our...

LibaniusHierocles|c. 363 AD|Libanius
education books

Ἱεροκλεῖ. (356/57)

Εἰ δὲ τοῦτο ἐγεγόνει καὶ σὲ εἶχεν ὁ χορὸς ὃν νικῶν συν-
έστησε Θεμίστιος, ἀπῆν ἂν ἡμῖν εὐδαιμονίας οὐδέν. νῦν δὲ

οὐ πάντα θεοὶ δόσαν, ἀλλὰ τὸν μὲν ἑωρῶμεν, τοῖς δὲ
ὡμιλοῦμεν γράμμασι.

μακαρίους δὲ καὶ σὺ τότε ἡμᾶς ὀρθῶς
ἐκάλεις καὶ νῦν ἡμεῖς σέ· τότε μὲν γὰρ ὡς ἡμᾶς ᾔει τἀγα-
θόν, νῦν δὲ ἀναστρέφει παρὰ σέ.

ἀπόλαυε δὴ καὶ πάρεχε
τὰ ὦτα διηγήσει μακρᾷ καὶ χρῶ διδασκάλῳ νέων πραγμάτων,
ὃν ἐδίδασκες τὰ ἀρχαῖα.

Related Letters