Letter 513: Themistius drove our city mad with love for wisdom.
Ἀρισταινέτῳ. (356/57)
Ἐξέμηνε τὴν πόλιν ἡμῖν εἰς σοφίας ἔρωτα Θεμίστιος
σιγῶν μὲν οὐδαμοῦ, πανταχοῦ δὲ λέγων, καὶ λέγων οἷα τοῦτον
ἦν εἰκὸς λέγειν, ὥστ’ εἰ μὴ τάχιστα ἀπῆρε, κἂν μετέστησε τὴν
βουλὴν ἀπὸ τούτων ἐν οἷς νῦν ἐστιν ἐπὶ τὸν αὑτοῦ βίον.
ἐμὲ
δὲ ἀναμνήσας τῶν παλαιῶν ἐκείνων πραγμάτων εἰς δάκρυα
κατέστησεν, ὃ ἐγὼ τὴν πατρίδα ποθῶν ἴτ’ ὢν παρ’ ὑμῖν οὐδε-
πώποτε οἶδα παθών. ἔχει δέ μοι καὶ τὸ σῶμα οὕτως ὥστε
ἐλεοῦμαι μὲν ὑπὸ τῶν ἄλλων, ζημία δέ μοι τὸ μὴ τεθνάναι.
καὶ πολλὰ μὲν ᾄδεται τῶν νοσημάτων αἴτια, δεῖ δὲ φέ-
ρειν ἀφέντα ζητεῖν, ὅθεν ἐστίν. οὐδὲ γὰρ ἐζητοῦμέν τι
ῥᾷστον εἴρειν.
σὺ δὲ οὐ γράψας προσέθηκας τοῖς κακοῖς.
εἰ δὲ τοῦτο λέγοις, ὡς ἀντὶ γραμμάτων ἥκει Θεμίστιος,
ἀκούσῃ· τί δ’ ἂν ἦν μᾶλλον πρέπον γράμμασι Θε
μιστίου;
Related Letters
Everything would have come easily to Gymnasius even if he had stayed here with us.
So Aristainetus has become just one of the crowd -- the man who used to be one of the wise!
This man is the son of Himerius, nephew of Sopater, namesake of Iamblichus [the famous Neoplatonist philosopher],...
Rufinus enjoyed something pleasant while he was with us -- he heard me speak.
I once wrote to you that, with one exception, the entire city council is on my side.