Letter 519: Heliodorus is on his way to Italy, and along the route the finest thing on earth will come into his view -- your city.

LibaniusAraxius, provincial governor|c. 363 AD|Libanius
friendship

Ἀραξίῳ. (356)

Ἔρχεται μὲν εὶς Ἰταλίαν Ἡλιόδωρος, τῆς αὐτοῦ δὲ ὁδοῦ
τῶν ἐν τῇ γῇ τὸ κάλλιστον ὄψεται τὴν ὑμετέραν πόλιν. ζητῶν
δὲ τῶν ἐν αὐτῇ τῇ πόλει τὸ κάλλιστον ἄγεται παρὰ σὲ διὰ
τῆς ἐπιστολῆς, ὃς καὶ τῇ πόλει δίδως τῶν ἄλλων κρατεῖν.

τὸν δὲ ἄνδρα, κἂν ἐπείγηται, δίδαξον, ὅστις εἶ, δίκαιον
ὄντα μὴ τὸν σὸν ἀγνοεῖν τρόπον. πάντως δέ, ὅ τι ἂν φθέγξη
πρὸς αὐτόν, θαυμάζοντα ἀποπέμψεις.

Related Letters