Letter 537: Will you flee from this letter too, and throw it away when you see the name of the sender -- just as you were happy...

LibaniusEumathius|c. 365 AD|Libanius
education bookshumor

Εὐμαθίῳ. (356/57)

Ἄρα μου φεύξῃ καὶ τὴν ἐπιστολὴν καὶ τοὔνομα τοῦ 15
πέμψαντος εὑρὼν ἀπορρίψεις, ὡς ἡμᾶς γε τὴν πρώτην ἰδὼν
ἡδέως ἔφυγες προιών; τὴν δὲ αἰτίαν, ὑφ’ ἧς τοῦτο ἐποίησας,
οὐκ ἂν εἴποιμι πρὸς ἄλλον, ἐπειδή σε φιλῶ, καίτοι τινὰ ἅκ-

κισμὸν ἂν ἐμοὶ φέροι.

κατηγορεῖς Γε, ὡς ἀκούω, τὸ συνόντα
με τοῖς νέοις πρὸς τοὺς νέους ὡς μάλιστα τετάσθαι, τῶν δὲ
ἄλλων ἀμελεῖν. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ τοῦτο οὕτως ἐπράτ-
τετο, πονηρὸν <ἐμὲ> καλεῖ ὁ γάρ τοι παιδευτὴς ἐν τῷ
καθήμενος, εἰ περιστησάμενος τὸν χορὸν ἐπ’ ἄλλο τρέποιτο,
δίκην ὀφείλων ἴστω.

σὺ δὲ ὃν στρυφνὸν εὗρες ἐν τῷ δι-
δασκαλείῳ, τοῦτον εὗρες ἂν ἑτέρωθι καὶ γελᾶν εἰδότα. ἀλλ’,
οἶμαι, καλῶν ἄγριον ἐμὲ καὶ χαλεπὸν αὐτὸς οὐχ ἡμέρου τοῦτο
ἐποίησας τὸ κακίσαι τε ἐφ’ οἷς οὐκ ἄξιον καὶ πρὶν ἀσπάσασθαι
ἀπελθεῖν.

ἀλλὰ καὶ παῖδές εἰσί σοι καὶ τὸν πατέρα μιμού-
μενοι λόγων ἔχονται καὶ τάχα δὴ βαδιοῦνται παρ’ ἡμᾶς. ἐν-
θυμοῦ δή, πότερόν σοι λυσιτελεῖ τὸ τοιαῦτα ἐγκαλεῖσθαι τὸν
ἐκείνων διδάσκαλον ἢ τὸ παίζειν ἀντὶ τοῦ φροντίζειν.

Related Letters