Letter 545: I once wrote to you that, with one exception, the entire city council is on my side.
Ἀρισταινέτῳ. (357)
Εἶπόν ποτε πρὸς σὲ γράφων ὅτι πλὴν ἑνὸς ἡ βουλὴ
μεθ’ ἡμῶν. τούτων δὴ τῶν μεθ’ ἡμῶν ἐν πρώτοις ἐστὶ Λη-
τόιος οὐδενὸς οὔτε ῥήματος οὔτε ἔργου φειδόμενος, προσθείην
δ’ ἂν ὡς οὐδὲ χρημάτων. τῶν γὰρ νέων οἷς ἐν πενίᾳ συμ-
βαίνει λόγων ἐρᾶν οὐκ ἐᾷ τὸ πρόθυμον ὑπὸ τῆς πενίας βλα-
βῆναι.
ποιεῖται δὲ καὶ τὴν πρεσβείαν αὐτὸς τὸν θεῖον τὸν
ἐμὸν ἀφεὶς τῆς ὁδοῦ καμόντος γὰρ ἐκείνῳ τοῦ σώματος, τοῦ
δὲ ἄρχοντος ἐγκειμένου καὶ κελεύοντος ἢ βαδίζειν ἢ πείθειν
ἕτερον αὐτοῦ μὴ χείρω τὸν μὲν ἐκεῖνος ἔδειξεν, ὁ δὲ ὑπέστη
3, καὶ νῦν γενοῦ περὶ τοῦτον οἷος ἂν ἦσθα πρὸς ἐκεῖνον.
Related Letters
There is no need to tell you about the ambassadors -- you know them both.
The language of your letters convinces me that you are familiar with Plato.
Leontius never delivered the letter.
What a fine thing is about to begin -- something that deserves to be old rather than new: now Spectatus will be a...
Your praises of the good Spectatus are entirely fitting, and by those praises you are honoring our whole family.