Letter 547: A letter reached me from Italy describing the nonsense of some sham sophist and your laughter at him, together with...
Ἀνατολίῳ. (357)
Ἧκεν ἡμῖν ἐξ Ἰταλίας γράμματα δηλοῦντα σοφιστοῦ
τινος ὑποξύλου φληνάφους καὶ σὸν γέλωτα μὲν εἰς ἐκεῖνον,
ἔπαινον δὲ εἰς ἐμέ. καὶ παρῄνει δὴ τὰ γράμματα γράφειν σοι
καὶ νομίζειν ἀνδρῶν σε εἰς ἐμὲ βέλτιστον εἶναι
ὑῶ δέ σε
ἀνδρῶν μὲν ὅλως εἶναι βέλτιστον πάλαι δὴ ψῆφον ἐθέμην,
θαυμάζω δέ σου τὸ ἐπειδὴ ἦρξας, τοῖς μὲν ἄλλοις, ᾗ πρόσθεν,
ἐπιστεῖλαι, πρὸς δὲ ἐμὲ τοῦτο δὴ τὸ εἰωθὸς μὴ τηρῆσαι.
ἀπορῶν δὴ τὸ πρῶτον νῦν ἀπορῶν ἐπαυσάμην· εὑρηκέναι
γὰρ οἶμαι, πόθεν ἡ σιγή. ὁρᾷς τῶν σοφιστῶν τοὺς πολλούς,
ὅταν τις τῶν αὐτοῖς ἐπιτηδείων εἰς ἀρχὴν εἰσέλθῃ τοιαύτην,
οἴαν καὶ σὺ νῦν, τρέχοντας παρὰ τὸν ἄρχοντα μετὰ λόγου καὶ
βαλαντίου καὶ τὸν μὲν δεικνύντας, τὸ δὲ διδόντας καὶ δι
ἐκείνου πληροῦντας.
ἔδεισας δὴ μὴ γένωμαι καὶ αὐτὸς
τῶν ἐπὶ τοῦτο τρεχόντων, καὶ διὰ τοῦτο δὴ τοῦ γράφειν
ἀπέστης ἀφαιρούμενός με τὸ θαρρkν. πρὸς δὲ καὶ ᾔδεις
ὀφείλων μοι χιτωνίσκον, ὃν ὑπέσχου μὲν ἐν Θρᾴκῃ, δέδωκας
δὲ οuαμοῦ. τοῦτο δεύτερον ἴδεισας μή σε ἥκων εἰσπράττοιμι.
καὶ πρὸς τὸ μένειν με μίαν εὗρες ἀνάγκην τὴν σιωπήν. ἀλλ’
ἐγώ σου καὶ ταύτην ἐλέγξω τὴν τέχνην· ἥξω γάρ.
ταυτὶ
μὲν οὖν ἐν παιδιᾶς δέξῃ μέρει· πάνυ δὲ ἥσθην ἀκούσας ἃ
προσεδόκων. ἤκουσα δὲ ἐν Στρατηγίου λέγοντος αὐτοῦ.
ἑσπέρα μὲν ἦν, προσεισι,ίκειμεν δὲ τῇ δεξαμενῇ. καὶ λόγος
ἦν τις ὑπὲρ ἀρχόντων ἀρετῆς, ἐν ᾧ μὴ τὸ σὸν εἶναι ὄνομα
οὐκ ἐνῆν.
εἰπόντος δέ του τῶν παρόντων μηδὲν μὲν εἶναι
τῶν σῶν μικρόν, ‘ὲν δὲ καὶ δὴ πάνυ μέγα ποῖον ἔφην
τοῦτο τὸ μέγα; Στρατήγιος οὖν εὐθὺς μέλλων ἔφη πα-
ρὰ τοῦ βασιλέως ἀπιέναι μετὰ πολλὰ καὶ καλὰ προσ-
έθηκεν ὅτι, ὦ βασιλεῦ, τῶν ἀδικούντων οὐδένα
οὺόὲν ἀξίωμα ῥύσεται, ἀλλὰ κἂν τῶν δικαζόντων
τις,κἂντῶνἐπὶταἱςδυνάμεσιπαραβαίνη τοὺςνό-
μους,οὐκἀνέζομαιἀμελεῖσθαι.
ταῦτα σὲ μὲν ἔλεγεν
ἀπειλεῖ τὸν δὲ ἐπαινεῖν τε καὶ ἐπιτρέπειν καὶ σοὶ τὸν λόγον
εὐθὺς εἰς ἔργον ἐλθεῖν. τῶν γάρ τινα στρατηγῶν δειλὸν γενό-
μένον πρὸς τοὺς βαρβάρους δεδέσθαι.
παρ’ ἐκείνου μὲν
ἐγὼ ταῦτα ἤκουσα πέντε παρόντων, παρ’ ἐμοῦ δὲ οὐδεὶς ὅστις
οὐκ ἀκήκοε, καὶ κρότος ἦν καὶ οὐδεὶς εἶχεν ἀπιστεῖν. ἀπιστεῖν. τῆς
γὰρ σῆς φύσεως ἐφαίνετο τὸ ἔργον.
ἐγὼ δὲ οὕτως ἔχαιρον,
οὐχ ὡς λέγων περὶ ὧν σὺ ποιεῖς, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ ποιῶν,
ἐπεὶ καὶ σὺ περὶ τοὺς ἐμοὺς λόγους ἴσον τι πέπονθας· σαυ-
τοῦ τοὺς ἐμοὺς ἡγῇ. οὐκοῦν καὶ τοὺς ἐμοὺς φίλους σαυτοῦ
νομίζειν εἰκός.
εἰ δὴ τοῦτο οὕτως ἔχει, φίλος σοι Λητόιος
οὗτος τῶν οἰκείων οὐδὲν λειπόμενος εἰς ἐμέ, τινὰς δὲ καὶ
παρελθών, ἐπεὶ καὶ τὸ τὰ κοινὰ πράττειν ἀφεὶς ἡσυχίας ἐπι-
θυμίᾳ πάλιν αὐτῶν ἐμὴν χάριν ἀνθήψατο τοῦ τοῖς ἐμοῖς
πράγμασιν ἀπὸ μείζονος τῆς δυνάμεως συμμαχεῖν.
οὗτος,
ἂν μὲν ἐμοί τι χρηστὸν ᾖ, καὶ φαιδρός, ἐν δὲ τοῖς ἑτέροις
τῷ λυπεῖσθαί με νικᾷ. καὶ τὰ ὄντα κοινά μοι κέκτηται, κἂν
μὴ παρ’ ἡμέραν τι πέμψας λάβω, δεινὰ πεπονθέναι φησί.
νέων δὲ ὅσοι πένητες, διὰ τοῦτον οὐ πένητες· τὰς γὰρ
ἐνδείας τῶν περὶ τοὺς λόγους ὅπως τε μὴ ἀγνοήσει ποιεῖ καὶ
ὅπως λύσει φροντίζει.
πρεσβεύειν δὲ οὐκ ἐγνωκώς, ἤδη
γὰρ ἐντετυχήκει τῷ βασιλεῖ μέλλων θήσειν τὰ Ὀλύμπια, τὸν
θεῖον τὸν ἐμὸν ἀπαλλάττων τοῦ πόνου τὸν πόνον ὑπέστη.
οἷς ἂν οὖν ἐχρήσω πράγμασιν ὑπὲρ ἐκείνου παῶν αὐτῷ
συμμάχους τοὺς ἐν τέλει, ταῦτα τούτῳ δὸς ἄγειν· ὡς, ἂν
οὗτος ἐκεῖ πράξῃ κατὰ νοῦν, ἡμῖν ἐνθάδε μέγα φρονεῖν
ὑπάρξει.
Related Letters
Your excellency is fully aware of the acts of the "most righteous" judges at Ephesus.
That was unmistakably your letter.
God will repay your excellency for the kindness you have shown me -- everything done for His sake carries its reward.
To the Patrician Anatolius,
Source. Translated by James Barmby. From Nicene and Post-Nicene Fathers, Second Series, Vol.