Letter 550: When you said you could not write me a treatise on kidney disease because you had not heard a precise enough account...

LibaniusOlympius|c. 366 AD|Libanius
illness

Ὀλυμπίῳ. (357)

Λέγων οὐκ ἔχειν ποιεῖν μοι περὶ τοῦ νεφροὶ βιβλίον
διὰ τὸ μὴ πάντα ἀκριβῶς ἀΚοῦσαι τὰ περὶ τὴν νόσον ἕτερον
ἐποίησας τὴν ἐπιστολὴν βιβλίον περὶ τοῦ δεῖν ἐπ’ ἀκριβεῖ
τῶν τοιούτων ἀκοῇ τὰ βιβλία ποιεῖν.

ἐμὲ δὲ καὶ αὐτὸ
τοῦτο ὤνησε τὸ προσαγγεῖλαί σοι περὶ τοῦ πάθους. οὐ γὰρ

ἔφθην ἐπιστείλας σοι καὶ διηλλάγη πρὸς ἐμὲ τὸ λυποῦν, οἷα
πολλὰ γέγονεν Ἀσκληπιοῦ.

ὁ δὲ σοφὸς ἐκεῖνος ἀνεπυρίασε
σοφιστὴς οὐδὲ τὸν πράξαντα τὴν εἰρήνην αἰδεσθείς. καὶ εἰ
μὲν τὰ Κύρου ζητῶν ὁ Λυδὸς ἀποβαλεῖ τὰ ὄντα, οὐκ ὄιδα·
τὰς δὲ συνθήκας ὅπως ἀνεῖλεν, ἐρῶ.

πορευθεὶς εἰς Φοινί-
κην ἐβούλετο μένειν, ἐγὼ δὲ αὐτὸν ἕλκων ἐπανῆγον καὶ ἐβου-
λόμην εἶναι χρηστόν. ἐλθὼν δὲ μετὰ Φοινίκων ὑβρίζειν εἰ-
δότων ἐπαρῴνει δι’ ἐκείνων. ὡς δ’ οὐκ ἠνέγκαμεν, ἰδὼν νέον
τῶν ἐμῶν ἄξιον πληγῶν ἀπὸ πληγῶν εἰς ὀργὴν πεσόντα τὸν
καιρὸν ἁρπάσας καὶ πείσας αὑτὸν ἢ πεισθείς γε ὑπ’ ἐκείνου
μοῖραν ἕξειν τῆς ἀγέλης οὐ μικρὰν ἐρρῶσθαι φράσας Ὀλυμ-
πίῳ τῷ καλῷ καὶ δεξιαῖς ἠξίου κερδαίνειν.

πέμψας οὖν
ὡς Εὔβουλον ἠρώτων, τί ταῦτα; ὁ δὲ νοῦν ἔχοντος ἔφασκε
ταῦτ’ εἶναι καὶ φιλοῦντος αὑτό ἴσασι μὲν οὖν Οἰναῖοι τὴν
χαράδραν, καὶ οὐ πάνυ γε κερδανεῖ· σὲ δ’ ἂν εἰκὸς εἴη τὸν
παρασπονδήσαντα δυοῖν ἕνεκα μισεῖν, τῆς τε τῶν θεῶν ὑπερ-
οψίας καὶ ὅτι σοῦ τὴν σπουδὴν ἐκείνην ὕβρισε.

Λητόιον
δὲ πολλάκις πρὸς ἡμᾶς ἐπαινέσας νῦν εὖ ποιῆσαι καιρὸν
παρείληφας, οἶμαι δέ, οὐκ αἰσχυνῇ τῆς πόλεως ἡμῖν τὸν πρῶ-
τὸν εὐεργετῶν γένους τε ἕνεκα καὶ παιδείας καὶ τρόπων.

Related Letters