Letter 552: Spectatus did something as good as if you had told me yourself: he wrote to say that you love me.

LibaniusMygdonius|c. 366 AD|Libanius
friendship

Μυγδονίῳ. (357)

Ἶσον τι πεποίηκε Σπεκτάτος ὅτι με φιλεῖς ἐπιστείλας,
ὥσπερ εἰ πρὸς ἐμὲ ἔλεγες. σὺ γὰρ Ἀθήνησί γε τὰ γονέων
ἐπλήρωσας εἰς ἐμὲ καὶ διὰ τοῦτο μὲν πρῶτον μόνῳ ἐθάρρησα
σοί. μάλιστα δέ, ἐπειδή, ὅτε διῆγον ἐν Βιθυνίᾳ τὸν σκηπτὸν
ἐκεῖ ὂν ἐκφυγών, σὺ τοῖς ἐκβαλοῦσιν ἐπὶ Θρᾴκης ἐμάχου μό-
νος ἐν μέσῳ πολλῶν ὑπὲρ τῶν δικαίων βοῶν.

ὥστε σε καὶ
Νικοκλῆς ἐκ τῆς ὑπὲρ ἡμῶν ἀνδρίας ἐποιήσατο φίλον μισῶν
μὲν ἐμέ, τότε δὲ σὲ θαυμάσας, ὅτι με οὐ προὔδωκας, ὅπως
ἐκείνῳ χαρίσαιο. καὶ δὴ καὶ ὅτε πρὸς τὸν ἀγρὸν ἐπλεῖτε, κατι-
δών με ἐπὶ τῆς ἠιόνος οὐ πόρρω Χαλκηδόνος κελεύσας τὸν
ναύτην ἔχειν οὗπερ εἱστήκειν, ἐκβὰς ἠσπάζου Νικοκλέους
ὁρῶντος ἀπὸ τοῦ πλοίου.

τί οὖν θαυμαστὸν εἰ ᾧ πέ-
πρακται ἐκεῖνα, τὸν ἄριστον οὑτοσὶ Μουσώνιον πείθει τι δο-
ξάζειν περὶ ἡμῶν ἄμεινον; μιμῇ γὰρ τῶν δρομέων τοὺς ἀγα-
θούς, ὧν ἀεὶ τὰ δεύτερα βελτίω.

πρόσθες δὴ καὶ τοῖς τότε

πόνοις καὶ τοῖς νῦν ἐπαίνοις τὴν εἰς Λητόιον τουτονὶ προ-
θυμίαν, ὃς ἔχων φιλοτιμεῖσθαι καὶ γένους ἐπιφανείᾳ καὶ λει-
τουργιῶν λαμπρότητι καὶ τῷ δύνασθαι λέγειν βούλοιτ’ ἂν
ἀπὸ τρόπων ἢ ὧν εἷπον εἶναί τις δοκεῖν.

τοῦτον οὔτε εὐ-
τυχία πώποτε ἐπῆρεν ἐν δυσκολίᾳ τε οὐκ ἔπτηξεν Εὐριπίδου
μεμνημένος. φίλος δὲ τοιοῦτος ὁποῖος καὶ σύ, θᾶττον ἂν δε-
ξάμενος τελευτὴν ἢ κακὸς εἰς ἑταῖρον γίνεσθαι, τοῦτο δὴ τὸ
σόν, ἀλλὰ μὴν ἥ γε πρὸς ἐμὲ σπουδὴ τοσαύτη ὥστε οὐκ ἂν
μείζω ζητήσαις.

ἔχω δὲ τὸν ἄνδρα ἀντευποιεῖν, εἰ βουλη-
θείης. τούτῳ τε γὰρ ἀντὶ πάντων, εἰ Μουσώνιος αὐτὸν εὐ-
μενῶς ἴδοι σοί τε ἐκεῖνον καταστῆσαι τοιοῦτον ῥᾷστον ἁπάν-
των. μαθέτω δὴ ὅτι, παρ’ ὅσων κομίζει γράμματα, ταῦτα
μάλιστα αὐτὸν ὤνησεν ἃ παρ’ ἡμῶν τῶν ἐν τῷ τρίβωνι φέρει.

Related Letters