Letter 556: So Aristainetus has become just one of the crowd -- the man who used to be one of the wise!
Ἀρισταινέτῳ. (357)
Ἐγένετο καὶ Ἀρισταίνετος ἡμῖν εἷς τῶν πολλῶν ὁ πρό-
τερον τῶν σοφῶν καὶ τὰς· ἐπιστολὰς πήχεσι καὶ σπιθαμῇ με-
τρεῖ, κἂν μακρὰς μὴ λάβη, δεινὰ πέπονθε καὶ ἠδίκηται. ἐγὼ
δέ σε ᾔδειν εἰδότα μέτρα τῶν λόγων εἶναι τὰ πράγματα· πάν-
τὼς δὲ ὁ τῶν λόγων νόμος καὶ τὸ τῶν ἐπιστολῶν περιλαμ-
βάνει μέρος.
τότε οὖν συνέστελλέ μοι τὴν ἐπιστολὴν ὁ
φέρων τὴν ἐπιστολὴν ἔχων ἀγγεῖλαί σοι τὰ ἡμέτερα ἀκριβῶς·
εἰ δὲ ἐγὼ διηγούμην, ὑβρίζετο ἂν ὁ φέρων. ἀλλ’ οὐδὲ ἀγνὼς
ἦν ὁ Γυμνάσιός σοι καὶ διδάσκειν σε δέον, ὅστις ἐκεῖνος,
ἔφυγον ὑπ’ ἀργίας τῆς περὶ τὰ γράμματα.
τίς οὖν ὁ τοῦ
βεβήλου καιρὸς καὶ τοῦ τὰς θύρας ἀποκλείειν; ὁρᾷς,
ὅπως ἐπέστελλες Στρατηγίῳ μακρὰ καὶ καλά, μήκους γὰρ
ἐδεῖτο περὶ ὧν ἐπέστελλες. μικρά σοι παρ’ ἡμῶν ἧκε καἰ γάρ-
τοι μακρά ποτε ἧκε· τότε μὲν περὶ πολλῶν, ὕστερον δὲ οὐ
τοσούτων· οὐ γὰρ ἔδει.
ὅπως δὲ ἡμῖν εἰς χεῖρας ἦλθεν ἃ
πρὸς ἐκεῖνον ἔγραψας, ἄκουσον. ἀνέστρεψε μὲν ἐκ Χαλκηδό-
νος, ἐγὼ ἐγὼ δέ, τοῦτο δὴ τὸ εἰωθός, πρὸ τῆς πόλεως
ὁ δὲ ἅμα τε ἐφίλησε καὶ γράμματα ἃ ἧκεν αὐτῷ παρὰ σοῦ,
δώσειν μοι ταῦτα ἴφη.
καὶ ταῦτα ἐλέγετο σὺν φαιδρότητι
σοί τε καὶ ἐμοὶ τιμὴν ἔχοντα, Νεβρίδιος δὲ ἠκροᾶτο σὺν
ἐκείνω φερόμενος. ὡς οὖν οἴκαδε ἦλθον, αὐτοῦ δόντος
ἀνέγνων οὐ πλείω μᾶλλον ἢ καλλίω. ἐγὼ μὶν οὖν ἐπῄνουν,
ὁ δὲ ἥδετο.
Ὀλυμπίῳ δὲ πολλῶν εἰδὼς χάριν, ὅτι σοι τὰ
ὄντα ἀπήγγελκε καὶ τὴν μεθ’ ἡμῶν μοῖραν καὶ τοὺς ῥηγνυ-
μένους δύο καὶ τοὺς πηδῶντας καὶ τοὺς κλάοντας οὐδὲ ἔστιν
εἰπεῖν ὅσην ἡδονὴν ἔχω. καὶ σὺ δ’ ἂν ἔχοις εἰκότως, εἴ σοι
κέρδος τὸ μὴ περὶ τῶν ἐμῶν ἐξηπατῆσθαι πραγμάτων.
τῶν
δὲ ἐμῶν λόγων ἐρᾶν μὲν ἐγνωκώς, τιμὴν δὲ οὐ διδοὺς ἀδι-
κεῖς. αἰτοῦμεν δὲ οὐ χρυσίον, ἀλλὰ βιβλία τῶν παλαιῶν, ἃ
πάλαι μὲν ὑπέσχου δωρεάν, νῦν δὲ οὐδὲ ἀντιδίδως.
Related Letters
I asked the noble Eusebius whether he counted you among his friends.
I could have refuted you for writing that way -- not for complaining about the frequency of my letters, but for...
I once wrote to you that, with one exception, the entire city council is on my side.
[To Aristainetus]
There is no need to tell you about the ambassadors -- you know them both.