Letter 557: Your praises of the good Spectatus are entirely fitting, and by those praises you are honoring our whole family.

LibaniusAristainetus; and separately to Silanus|c. 367 AD|Libanius
imperial politicspelagianismproperty economics

Τῷ αὐτῷ. (357)

Πρέποντά γε εἰς τὸν καλὸν Σπεκτάτον ᾄδεις, καὶ τοῖς
γε εἰς ἐκεῖνον ἐπαίνοις τὸ γένος ἡμῶν ἴσθι κοσμῶν. τὴν τι-
μὴν δέ, ᾐ σε τιμᾷ βασιλεύς, σὺ μὲν ἐσίγησας, ὁ δὲ ἐμήνυσεν.
ἔφη γὰρ τῷ διδόντι μᾶλλον ἢ τῷ λαβόντι συνησθῆναι. οὕτως
ὁ τι ἄν τις περὶ σὲ σπουδάσῃ, τούτῳ πρῶτον εὖ πεποίηκεν
αὑτόν.

τὸ δὲ ὀκνεῖν τε καὶ μένειν καὶ μὴ κινεῖσθαι ἐθέ-
λειν ἥκιστα μὲν καλόν, τοῦ δὲ σοῦ τρόπου· ὥστ’ οὐκ ἐδεήθην
ὅ τι ποιεῖν ἔγνωκας ἐρωτᾶν, ἀλλ’ εἶπον φθάσας ὃ ποιήσεις.

δεῖ δέ σε τὴν ἀργίαν ἐκδύντα μικροῖς πόνοις μεγάλην
κτήσασθαι ῥᾳστώνην, ἄλλως θ’ ὅτε πορεύσῃ παρ’ ἄνδρα τὰ
πάντα πρῶτον καὶ ᾧ κοινωνῆσαι πραγμάτων ἔχει τι δόξης.

ἀλλ’ ὑπὲρ τούτου μὲν σαυτῷ διαλέξῃ· Πελάγιον δὲ του
τονὶ γνοὺς ἐγνωκὼς ἔσῃ τὸν ἡμερώτατον Σύροις. ἐπαινῶ δὲ
ἐντεῦθεν αὐτόν, οὐχ ὡς οὐκ ἔχοντα καὶ γένος, ἐπεὶ καὶ λό-
γους καὶ δύναμιν ἐν πόλει καὶ τἄλλα οἷς ἄν τις εἴη λαμπρός,

ἀλλ’ ὅτι τῇ τῶν τρόπων ἡμερότητι πλέον ἢ δι’ ἐκείνων ἧκεν
εἰς ὄνομα καὶ διὰ τοῦτο ζῇ τε ἐν πλούτῳ πολλῷ καὶ φίλτρῳ
πλέον.

δεήσῃ δὲ οὐ πολλῶν μηνῶν εἰς τὸ ταὐτὰ ψηφίσα-
σθαι περὶ τοῦ ἀνδρός, ἀλλ’ ἢν συμμίξας ἀκούσῃς τε φθεγγο-
μένου καὶ αἰδούμενον ἴδῃς, ἀεὶ γὰρ τοῦτο ποιεῖ, τὸν μὲν ὅτι
τοιοῦτός ἐστι θαυμάσῃ τοὺς δὲ ἔχοντας αὐτὸν εὐδαίμονας
ἡγήσῃ.

Related Letters