Letter 562: I expected you to spend more time with us now that you have become your own master.

LibaniusMelinianus|c. 367 AD|Libanius
friendship

Μελινιανῷ. (357)

Ὤιμην σε νῦν μᾶλλον ἔσεσθαι σὺν ἡμῖν, ἐπειδὴ σαυτοῦ
κατέστης κύριος· σὺ δ’ ἔοικας μᾶλλον αὐτόθι μένειν, ἐπειδὴ
πολλῶν ἐγένου κύριος. καίτοι σοι καὶ πλῆθος οἰκετῶν κἀν
τοῖς πολλοῖς εἰσί τινες, οἷς καὶ βουλομένῳ τοὺς φίλους ἰδεῖν
ἦν περὶ τῶν ὄντων θαρρεῖν

ἀλλ’, οἶμαι, τοῦ φιλεῖν μὲν
εἶναι ἐπιστήμων ἔλεγες, ἦσθα δὲ οὐ πάνυ, ὃς καὶ τὸν ἄνθρω-
πον, ὃς ὑμέτερος ὢν ἡμετέρᾳ συνῴκησε δούλῃ, παρὼν μὲν
οὐκ ἀπέσπασας, ἐλθόντα δὲ κατέχεις, μᾶλλον δέ, εἴτ’ ἄκοντα
κατέχεις, ἀδικεῖς, εἴθ’ ἑκόντα καθήμενον οὐκ ἐξελαύνεις, ἀδι-
κεῖς.

ἀλλ’ ἐκεῖνος ἡμῖν μὴ γένοιτο δυσχεροῦς τινος ἀρχή.
τοὺς δὲ παῖδας ἥκοντας, ὅπως ἐκεῖθεν ἄγοιεν ξύλα, ποίησον
μαθεῖν, ὅσον σὺ τοῦ πατρὸς ἀμείνων τῇ δυνάμει μὲν ἐκεί-
νου, τῷ σαυτοῦ δὲ χρησάμενος τρόπῳ.

Related Letters