Letter 565: It suits you to be a friend of Himerius [a famous Athenian sophist], and your sons, by doing well, are imitating the...

LibaniusMaximus of Madaura|c. 368 AD|Libanius
friendship

Μαξίμῳ (357)

Σοί τε ἔπρεπεν Ἱμερίῳ φίλον εἶναι καὶ οἱ παῖδες ὑμῶν
εὖ ποιοῦντες τὰ ὑμέτερα μιμοῦνται. αἰδεῖται μὲν τοῦτον ὁ
σὸς υἱός, οὗτος δὲ ἐκεῖνον ἐπαινεῖ καὶ συγχαίρει δόξαν τε
ἀγαθὴν ὁρῶν ἔχοντα καὶ παρ’ ἡμῶν πρόνοιαν, ἓν δὲ αἰτιᾶται
μόνον, ὅτι πολλὰ τοῦδε διδόντος μικρὰ λαμβάνειν ἐθέλει.

σὺ τοίνυν ἐπαίνει τοῦ μὲν τὴν φιλοτιμίαν, τοῦ δὲ τὸ αἰ-
δεῖσθαι.

Related Letters