Letter 568: I praised Spectatus for what he did for you -- or rather for what he did for me, since I consider everything done...

LibaniusSilvanus Primate|c. 368 AD|Libanius
friendship

Σιλανῷ. (357)

Ἐπῄνεσα Σπεκτάτον τῶν εἰς σέ, μᾶλλον δὲ τῶν εἰς
τὰ γὰρ εἰς σὲ ταῦτ’ εἰς ἐμαυτὸν ἡγούμην τε καὶ ἔλεγον πε-
πρᾶχθαι. συνήσθην δὲ αὐτῷ μικρὰ μὲν πεποιηκέναι λέγοντι,
μείζω δὲ ὑπισχνουμένῳ. δῆλον δὲ ὅτι καὶ τὰ μείζω ποιήσας
μικρὰ κἀκεῖνα πρὸς τὰ μέλλοντα φήσει.

Ἰαμβλίχου δὲ τὸν

πατέρα μὲν ᾔδεις οὐκ ἀπὸ πλήθους μᾶλλον ἀρχῶν ἢ τῆς ἐν
ταῖς ἀρχαῖς ἀρετῆς, τοῦτον δὲ ἠγνόεις, νέος γὰρ ὢν ἠγνοεῖτο·
νῦν δὲ εἴσῃ παῖδα βελτίω πατρός, ᾧ χρημάτων μὲν οὐ πολὺς
λόγος, πολὺς δὲ λόγος τοῦ τι ποιῆσαι καλόν. οὐχ οὕτως ἀθλη-
τὴς ἐρᾷ στεφάνων ὡς οὗτος φίλῳ καὶ λῦσαι κακὸν καὶ πα-
ρασχεῖν ἀγαθόν. λέγειν δὲ εἰδώς, ἔστι γὰρ ῥήτωρ, οἶδε καὶ
σιγᾶν, οὗ σιγὴ βελτίων.

οὗτος ἂν μὴ μαθών σε διαδράμῃ
τὴν πόλιν, ἀμφοτέροις αὕτη ζημία, τῷ μὲν οὐ μετασχόντι τῆς
σῆς σοφίας, σοὶ δὲ οὐ μεταδόντι τῆς αὑτοῦ σοφίας, ᾧ μάλιστα
χρῆν. ἀλλ’ ἀγαθῇ τῇ τύχῃ χρήσασθε τοῖς ἀλλήλων ἀγαθοῖς.

Related Letters