Letter 573: That was unmistakably your letter.
Ἀνατολίῳ. (357)
Σή τοι σαφῶς ἡ ἐπιστολή, ὥστε, εἰ καὶ τοὔνομα τοῦ
πέμψαντος μὴ ἐνεγέγραπτο, πάντως ἂν εὗρον ἐκ τῶν ἐπεσταλ-
20 μένων τὸν γεγραφότα. σύ τε γὰρ ὑβριστὴς ἥ τε ἐπιστολὴ πολὺ
τοῦτο εἶχεν, ᾧ καὶ θαυμάζω τὸ μηδ᾿ ὑπὸ τοῦ πλήθους τῶν
πραγμάτων ἀποστῆναί σε τῶν εἰωθότων.
ὡς δὲ οὐδὲν
ὑγιὲς ἐπέσταλκας, ἐπιδείξω. πρῶτον μὲν γὰρ ἔφης διὰ τοῦτό
μοι μόνῳ τῶν πάντων οὐ γράψαι τὸ θυμωθέντα με πλῆξαί
σε λόγοις. τοῦτο δὲ οὐκ ἦν εὐθὺς ἀναγκαῖον τῷ μὴ λαβόντι
ποιεῖν, ἀλλ᾿ εἶχε λόγον καὶ οὐκ ἢν ἔξω τῶν εἰκότων τὸ τῷ
μὴ λαβεῖν ἀλγήσαντα σιγῆσαι. μὴ γάρ, εἰ ἐπέστειλα πρᾴως
ἐνεγκὼν τὸ παρεωρᾶσθαι, σκόπει, ἀλλ᾿ ὅτι τῷ μὲν ἠμελημένῳ
τὸ λυπηθῆναι, τῇ λύπῃ δὲ ἠκολούθησεν ἂν οὐκ ἀλόγως ἡ
σιγή.
τούτῳ μὲν οὖν ἐξηλέγχθης τῷ λόγῳ καὶ μάλα λαμπρῶς·
κόλακα δέ με προσειπὼν σαυτὸν ἀποφαίνεις κόλακος.
ἐραστήν. εἰ γὰρ τὸ κολακεύειν κακόν, τοῦτο δὲ ἐν ἐμοί, σὺ
δὲ ἐμὲ πρὸ τῶν πολλῶν ποιῇ, πονηροῦ τινος ἐρᾶν ὁμολογεῖς.
καὶ εἰ τοῦτό γε ἀληθές, ὅτι πονηρὸς ὅστις χαίρει τούτοις οἷς
οὐκ ἔοικε, πονηρὸς ἡμῖν ὁ σεμνὸς ὕπαρχος ἀναφαίνεται.
θαυμάζω δὲ εἰ σὺ μέν, ὅπως λάβοις τὴν ἀρχήν, οὐκ ἐκολάκευσας,
ἐγὼ δὲ οὐδὲν δεόμενος οὔτ᾿ ἄρχειν οὔτε παρ᾿ ὑμῶν
πλουτεῖν ἐμαυτὸν κατῄσχυνον, ὅς, ὅπως μὴ γενοίμην κόλαξ,
πένης ἐδεξάμην εἶναι· ὡς κολακεύειν γε ἐπισταμένῳ πολὺς
ἂν εἴργαστο πλοῦτος. νῦν δ᾿ ἴσον ἀπέχομεν εὐπορίας καὶ κολακείας
καὶ οὐκ ἄχθομαι τῷ μὴ πλουτεῖν, ἀλλὰ φιλοτιμοῦμαι
τῷ μὴ δουλεύειν.
ἐγὼ μὲν οὖν ταῦτα λέγω φεύγειν, ἃ δὴ
καὶ φεύγω τοῖς ἔργοις, καὶ οὔκ εἰμι μὲν κόλαξ, ἀγανακτῶ δὲ
ἀκούων, ὅπερ οὔκ εἰμι, κατὰ τὸν Λασθένην· σὺ δὲ ἐπαίνων
μὲν ἐπιθυμεῖς καὶ καλῶς ποιεῖς, μεγάλη γὰρ εἰς ἄσκησιν ἀρε-
τῆς ἀνάγκη, προσποιούμενος δὲ καταφρονεῖν οὐ καλῶς ποιεῖς
ἐξαπατῶν.
ἀλλ’ οὐδὲ ἐκεῖνο καλῶς δρᾷς ἀπατᾶν ἐπιχειρῶν
ὃν οὐκ ἔχεις ἁρπάσαι. εἰ γὰρ ἐγὼ Φαιδρὸν ἀγνοῶ, καὶ
τὴν μητέρα ἀγνοῶ. εἶτά μοι παρακελεύῃ τὸ ἐπαινεῖν ἀφέντα
ἔχεσθαι τοῦ ἐγκαλεῖν.
εἰ μὲν οὖν οὐδὲν ἀδικοῦντι πείθεις
ἐγκαλεῖν, οὐδὲν ἕτερον ποιεῖς ἢ συκοφαντεῖν· εἰ δ’ ὡς ἀληθῶς
ἀδικοῦντι, σαυτὸν πεῖσον μὴ ἀδικεῖν μᾶλλον ἢ ἡμᾶς ἐγκα-
λεῖν. πολὺ γὰρ βέλτιον καθαρεύειν ὑποψίας ἢ ταύτῃ χρώμε-
νον ζητεῖν, ὅστις κατηγορήσει τοῦ πράγματος.
ἀλλ’ ἐπαι-
νῶ τοὺς οὐκ ἀγαθοὺς ἐν ἴσῳ τοῖς ἀγαθοῖς καὶ διὰ
τοῦτο φεύγεις τοὺς παρ᾿ ἡμῶν ἐπαίνους. ἀλλὰ μάλιστα
μὲν ἐκεῖνος ἐπῃνέθη, πολλοὶ δὲ παντελῆ μὲν οὐκ ἔσχον τὴν
ἀρετήν, ‘ὲν δέ τι μόριον, ὃ μὴ τιμᾶν ἐπαίνοις ἄδικον. εἰ δ
οὑν τις καὶ τῶν φαυλοτέρων ἐπῃνέθη, τέχνῃ πρὸς ἀρετὴν
Πλήθη. θαυμαζόμενος γὰρ ἀπὸ τῶν οὐκ ὄντων ὡς ὄντων
αὐτῷ καὶ γενέσθαι τοιοῦτος ἐπεθύμησεν ἄν.
σὺ δὲ χαλεπός
τις εἶ καὶ τοὺς καθεύδοντας καὶ τοὺς ἐγρηγορότας κακίζων.
καίτοι εἰ μὲν Δάρδανος ἠδίκει κοιμώμενος, ὁ μὴ κοιμώμενος
ἔξω μέμψεως· εἰ δὲ τὴν ἀγρυπνίαν τούτου ψέγεις, τί μὴ τὸν
ὕπνον ἐπαινεῖς ἐκείνου; ἀλλ’ οὔτ’ ἐκεῖνος ἠδίκει κοιμώμενος
μεθ’ ἡμέραν ἀπὸ τῶν ἐν νυκτὶ φροντισμάτων οὗτός τε κρα-
τῶν ὕπνου στεφάνων, οὐκ αἰτίας ἄξιος.
ὁρᾷς ὡς οὐκ
ἐμὲ τὸ πλουτεῖν, ἴστω γάρ, ἀπέφηνε χείρω, σὺ δ’ ὑπὸ τῆς
ἐξουσίας ἐπήρθης συκοφαντεῖν. παραινῶ δή σοι τούτου μὲν
ἀποστῆναι, τοῦ δ’ ἀκριβῶς ἐπιμελεῖσθαι, τῆς ἀρχῆς ἔχεσθαι.
καίτοι τινὲς κατηγοροῦσί σου τὴν τοῦ Φοίνικος τραγῳ-
δοῦντες πρᾶσιν καὶ ὅσοι περὶ τὰς δίκας οἴχονται φεύγοντες
ὑπὸ τῶν ὑβρισμάτων. ἀλλ’ ἐγὼ τοὺς μὲν οὐδὲν λέγοντας
δεικνύω, σοῦ δέ, ἢν μὴ παύση τοιαῦτα ποιῶν, φανοῦμαι
κατήγορος.
Related Letters
I was sitting with my uncle in conversation when someone walked up and handed him a letter.
The noble Spectatus has captured me so completely, and so thoroughly persuaded me to devote all my attention to him,...
God will repay your excellency for the kindness you have shown me -- everything done for His sake carries its reward.
Leo, the bishop, to Anatolius, the bishop. Now that the light of Gospel Truth has been manifested, as we wished, through God's grace, and the night of most pestilential error has been dispelled from the universal Church, we are unspeakably glad in the Lord, because the difficult charge entrusted to us has been brought to the desired conclusion, ...
May your sacrifices go well, and may you find favor with the gods -- with the leader of the Muses and with the god...