Letter 574: I am still writing to you while you are away.

LibaniusHeortius|c. 369 AD|Libanius
education books

Ἑορτίῳ. (357)

Ἔτι σοι γράφομεν ἀπόντι, χρῆν δέ σε εἶναι παρ’ ἡμῖν
καὶ μὴ ταῖς ἐπιστολαῖς ὁρᾶν μόνον τοῦ παιδὸς τοὺς λόγους,
ἀλλὰ πᾶσιν εἴδεσιν ὁπόσα λόγων.

πολλῶν δ’ ἂν ἐπριάμην
εἰδέναι σε τὸν παρ’ ἡμᾶς ἥκοντα Θεμίστιον· οὕτω γὰρ ἆν
ἐθαύμασας ἐμέ τε τὸν μεταβαλόντα κἀκεῖνον τὸν μεταστάντα.

Related Letters