Letter 575: I could have refuted you for writing that way -- not for complaining about the frequency of my letters, but for...
Ἀρισταινέτῳ. (357)
Εἶχον μέν σε ἐλέγχειν ἐκείνως ἐπεσταλκότα καὶ οὐ τὸ
μὴ πολλάκις λαβεῖν, ἀλλὰ τὸ μὴ μακρὰς αἰτιώμενον· ἕνα
μὴ πόλεμος ἐκ μικροῦ σπινθῆρος ἁφθῇ καὶ βάλλωμεν ἀλλή-
λους γράμμασιν ἀντὶ τοῦ τέρπειν ἐπιστολαῖς, δεδόσθω σὲ μὲν
τιμᾶν τὰ τῆς Λακεδαίμονος, ἐμὲ δὲ οὐκ ὀρθῶς ἐγκαλεῖν. καὶ
νίκα τὴν νίκην ταύτην ἡττημένων ἡμῶν ἑκόντων.
βιβλία
δὲ ὅτι μὲν ὑπέσχου μοι, ἐμὸν ἀναμνῆσαι, ὅτι δὲ οὐκ ἔδωκας,
σὸν εἰπεῖν. ὅτε γὰρ ἐν τῇ Μεγάλη πόλει τὴν νόσον τὴν με-
γάλην διαφυγὼν ἀνεγίνωσκόν σοι λόγον, ἔπαινον τῆς Στρα-
τηγίου θυγατρός, βιβλίον τι παλαιὸν εἰς κάλλος γεγραμμένον
ἐθαυμάσαμεν ἰδόντες καὶ διελέχθημεν, ὡς ἦν ποτε κάλλος
γραμμάτων, νῦν δὲ οὐκ ἔστιν.
ἐνιδὼν δή μοι σὺ τῶν
τοιούτων ἐπιθυμίαν ἔχειν ἔφης πολλὰ καὶ κτῆμα παππῷον
καὶ πέμψειν ἀπὸ τῆς Νικαίας. εἶτα ἐγένου Φίλιππος ὑπισχνού-
μενος Ἀθηναίοις. καὶ ἀγροὺς μὲν ὑπὲρ ἡμῶν ἄλλοις οἶσθα
δοῦναι, βιβλία δὲ ἡμῖν οὐκ οἶσθα.
διὰ δή; λέγοις ἄν.
ἢ κἀνταῦθα τὸν Φίλιππόν μοι καιρὸς εἰπεῖν· οὐ δίδωσιν
Ἀρισταίνετος βιβλία τοῖς φίλοις, ἵνα μὴ διαβληθῇ
πρὸς Ἕλληνας; πάλιν δή σοι λέγω ταῦτα, ὡς, ἂν
μὴ πέμψῃς ἐκείνων, οὐ λήψῃ τούτων, ἐν οἷς καὶ αὐτοῖς εὑρή-
σεις πολιόν. οὐ γὰρ κατὰ τὸν Ἰόλεων ἐκ γέροντος ἐγὼ νέος·
οὐχ οὕτω μοι φαῦλον οἱ νόμοι.
Related Letters
If I had written before saying I have little influence with Dionysius, you might not have believed me -- and that is...
I asked the noble Eusebius whether he counted you among his friends.
[To Aristainetus]
So Aristainetus has become just one of the crowd -- the man who used to be one of the wise!
Everything would have come easily to Gymnasius even if he had stayed here with us.