Letter 580: You were praising my speeches, and everyone else was praising your appetite for rhetoric.

LibaniusLaurikios|c. 369 AD|Libanius
education books

Λαυρικίῳ. (357)

Σὺ μὲν ἐπῄνεις τοὺς ἐμοὺς λόγους, οἱ δ’ ἄλλοι τὴν σὴν
εἰς λόγους ἐπιθυμίαν. οὐ τοίνυν ἡδέως ἠκροῶ, τούτῳ δὸς
αἰτοῦντι χάριν. ἡ δὲ χάρις οὐκ ἔξω τῶν νόμων, ὥστε οὐκ
ἀρνήσῃ.

Εὐσέβιος αὐτὸς μὲν ἐμοὶ συνεφοίτησεν, οἱ δὲ
τούτου παῖδες φοιτῶσιν εἰς ἐμέ. τούτους μὲν οὖν αὐτὸς εὑ
ποιῶ διδοὺς ἃ παρ’ ἐμοῦ λάβοι τις ἄν· τῷ δὲ τούτων πατρὶ
παρὰ σοῦ γένοιτ’ ἄν, εἰ βουληθείης, εὖ παθεῖν. ἔστι δὲ εὐερ-
γεσία γνῶναι πάντας ὅτι αὐτὸν ἡμέτερον ἑταῖρον οἶσθα.

Related Letters