Letter 584: Leontios is indeed an excellent man and not unworthy of the praise you heaped on him.

LibaniusDemetrios|c. 370 AD|Libanius
friendship

Δημητρίῳ. (357)

Χρηστός γε ὁ Λεόντιος καὶ τῶν εὐφημιῶν αἷς αὐτὸν
ἐκόσμεις οὐκ ἀνάξιος. καίτοι μικρὰ μέν μοι συγγεγένηται διὰ

τὸ πλῆθος τῶν πραγμάτων. εὖ γὰρ ἴσθι, τῶν περὶ τοὺς νέους
ἀσχολιῶν οὐκ ἐλάττους ἡμῖν αἱ περὶ τοὺς ἄρχοντας, ἃς ἀηδῶς
μὲν ὑπομένομεν, φυγεῖν δὲ οὐκ ἔχομεν τοὺς δεομένους αιδού-
μενοι.

τὸν δ’ οὖν Λεοντίου τρόπον οὐδ’ οὕτως ἠγνοήσα-
μεν, ἀλλ’ εὕρομεν τὸ τῆς ἐπιστολῆς ἐν τῷ φέροντι. πειθόμενος
δὲ οἷς ψηφίζῃ περὶ ἡμῶν πείθεται μὲν ἀγαθῷ, εἰ πείθεται
δὲ περὶ τοιούτου, τοῦτο οὐκ οἶδα.

Related Letters