Letter 585: Will you never stop treating trifles as treasures and worthless things as priceless?

LibaniusBakchios|c. 370 AD|Libanius
friendship

Βακχίῳ. (357)

Οὐ παύσῃ ποτὲ τὰ μικρὰ μεγάλα νομίζων καὶ πολλοῦ
τινος ἄξια τὰ μηδενός; ἀλλ’ ἂν φθέγξωμαί τι, σεμνὸν εὐθὺς
τοῦτο παρὰ σοὶ καὶ ζητεῖς καὶ ποθεῖς καὶ τὸ μήπω λαβεῖν
ἐγκαλεῖς.

ἀεὶ μὲν οὖν μοι φαύλων ἐρᾶν ἐφαίνου τῶν ἡμε-
τέρων ἐρῶν, νῦν δ’ οὐχ ἥκιστα σπουδάζειν περὶ μικρά. γνώσῃ
δέ, ἢν λάβῃς, λήψῃ δὲ οὐκ εἰς μακράν, ὡς οὗ κλέος εἰς ὑμᾶς
ἀφῖχθαι λέγεις, σκιὰ λόγου μᾶλλόν ἐστιν ἢ λόγος.

Related Letters