Letter 593: As long as you are alive and watching over Bithynia, the province can triumph through its men — for no one else...
Ἀλκίμῳ. (357)
Ἕως ἂν ᾖς καὶ σώζῃ τῇ Βιθυνίᾳ, καὶ δι’ ἀνδρῶν ἔστι
τῷ ἔθνει νικᾶν· οὐ γὰρ ἂν ἄλλοι γε δείξειαν ἕτερον Ἄλκιμον.
τοῖς δὲ περὶ τῶν ἄρκτων γράμμασιν ἑορτὴν ἐποίησας τῇ
πόλει. μεγάλα γὰρ ἀκούοντες ἀπιστεῖν οὐκ εἶχον σοῦ λἐγον-
τος, ἀλλ’ ἐγγύς τι καθειστήκεσαν τοῦ ὁρᾶν. ἡγοῦμαι δὲ σοὶ
τὰς παρδάλεις ἥκειν, ἡνίκα πρὸς ἡμᾶς τὰ περὶ ἐκείνων γράμ-
ματα. πάλαι γὰρ δὴ πλέουσι καί, ὡς εἰκάζειν ἔστιν, ἐχρήσαντο
πλῷ.
τερπόμενος δὴ τοῖς ἐνθένδε τέρπε τοῖς ἐκεῖθεν ἡμᾶς
μεμνημένος ὅτι τῶν προτέρων αἱ νῦν κυνηγέταις, ὡς ὁ σὸς
λόγος, χαλεπώτεραι.
Related Letters
Meterius barely slipped away from our city unnoticed.
We are sending Dianios back to you — a man who brought credit both to us, whom he followed here, and to you...
We have raised up a governor for you, and our pride rests not merely on the fact that he is our fellow citizen, but...
I received your letter through Thorax.
If you have a taste for natural history — the kind Pliny labored over — here are some volumes I happened to have on...