Letter 597: We have sent these men not to ask a favor but to collect on a promise.

LibaniusKlematios|c. 371 AD|Libanius
property economics

Κληματίῳ. (357)

Ἐπέμψαμεν οὐκ αἰτήσοντες χάριν, ἀλλ’ ἀπαιτήσοντες
ὑπόσχεσιν. σὺ γὰρ ἐκεῖνος ὁ φήσας μείζω τῶν δυνατῶν εἰς
τὴν λειτουργίαν εἰσοίσειν. Κλημάτιος δὲ πολλὰ μὲν ὧν οὐκ
ἐπαγγέλλεται ποιεῖ, πάντως δὲ ἐπαγγελίαν ἐπιτελεῖ. δύο τοίνυν
βοήθει τοῖς ἀνδράσι· τὸ μέν, ὅπως ταχέως τἀργύριον λάβοιεν,
τὸ δέ, ὅπως μὴ πολλοῦ τὴν ἐσθῆτα πρίαιντο.

ὅστις δέ ἐστιν
Ὀλύμπιος, ἀπ’ αὐτοῦ γνῶθι τοῦ δι’ αὐτοῦ σέ με προσειπεῖν,
ὃς οὐκ ἂν τοσοῦτον προὐξένουν ἀγαθὸν μὴ καλῷ κἀγαθῷ καί
τινος ἀξίῳ σπουδῆς. ἔστι δὲ πολίτης μὲν ἐμός, πολλῶν δὲ
βελτίων εἰς ἐμὲ πολιτῶν, καὶ βουλοίμην ἂν αὐτῷ τόπον πάντα

εὐφροσύνην φέρειν.

σὺ τοίνυν ἡδέως αὐτὸν ἰδὼν καὶ μετὰ
γραμμάτων ἐπ’ Ἰταλίας πέμψας δεῖξον ὅτι τοῖς ἡμᾶς φιλοῦ.
σιν ἔνι τις τοῦ φίλτρου καρπός.

Related Letters