Letter 600: You don't know it, but we've composed another exercise — and you would certainly have asked for the second after the...

LibaniusBakchios|c. 371 AD|Libanius
famine plague

Βακχίῳ. (357)

Οὐ γὰρ οἶσθ᾿ ὅτι καὶ ἑτέραν πεποιήμεθα μελέτην, ἡ
πάντως ἂν ᾔτεις ἐπὶ τῇ προτέρᾳ τὴν δευτέραν. τοιοῦτος γὰρ
δὴ σὺ πρὸς ἡμᾶς· ἂν ὅτι εἶπον ἀκούσῃς, πρὶν ὅπως εἶπον
μαθεῖν εὐθὺς ἐρᾷς.

ὡς οὖν καὶ ταύτην ᾐτηκότι πέμψομεν
ἀμφοτέρας αὐτίκα. τὸ δ’ αὐτίκα παρ’ ἡμῖν δύο μῆνες· τοσ-
αύτη τις ἀφθονία γραφέων, ἵνα μὴ λέγω σπάνις. μὴ λαμ-
βάνων μὲν οὖν ἐγκάλει· βραδέως δὲ εἰ λάβοις, ἀνθ’ ἡμῶν
μεθ’ ἡμῶν αἴτια τὸ αἴτιον.

Related Letters