Letter 630: Manos is quick to borrow but slow to repay.

LibaniusThemistios|c. 374 AD|Libanius
friendship

Θεμιστίῳ. (361)

Μανὸς ὀξὺς μέν ἐστι δανείσασθαι, βραδὺς δὲ ἀπο-
δοῦναι. ἀλλὰ τοῦτο μὲν τῆς ἐκείνου φύσεως, οἱ νόμοι δὲ αὐ-
τὸν ἕτερα διδασκέτωσαν, ὧν οὐκ ἂν καταφρονοίη σοῦ βεβαι-
οῦντος τοὺς νόμους.

βιβλίδιον δὲ τουτὶ κομίζει Φαυστιλ-
λιανός, ὥστε μὴ εἶναι ἀναισχυντεῖν ἐκείνῳ. τούτῳ δέ γε εἶναι
δεῖ παρὰ σοῦ τινα φροντίδα Σευήρου τε ὄντι συγγενεῖ, περὶ
οὗ γράφων οἶσθα ὁπόσα εἶχον γράφειν, καὶ πειρωμένῳ τὸν
Σευήρου μιμεῖσθαι τρόπον. οὗτος δέ ἐστιν· ἀδικεῖν μὲν οὐκ
ἐπίστανται, πάσχειν δὲ κακῶς οὐκ ἀνέχονται.

τούτους καὶ
παρόντας καὶ ἀπόντας εὖ ποιεῖν· ὡς ὅστις ἄρχων ἐπαίνων
ἐπιθυμεῖ — τὴν τούτων δὲ ἐπιθυμίαν εἶναι πιστεύω παρὰ
σοί — μάλιστ’ ἂν τυγχάνοι τῶν ἐπαίνων τοῖς ἀγαθοῖς βοη-
θῶν.

δεῖ δὲ μὴ μόνον ἔργῳ βοηθεῖν, ἀλλὰ καὶ πρὸς ἡμᾶς
ἐπιστέλλειν, ἅττα εἰς αὐτοὺς πράττεται. σιγήσονται μὲν γὰρ
οὐδὲ ἐκεῖνοι, τῶν δὲ ἡδίστων ἐμοὶ τὸ καὶ παρὰ σοῦ μανθάνειν.

Related Letters