Letter 638: Even if your office and the demands pulling you from every direction have driven Plato from your hands, Plato still...

LibaniusPriscianus|c. 374 AD|Libanius
education books

Πρισκιανῷ. (361)

Ἀλλ’ εἰ καὶ τῶν χειρῶν σου τὸν Πλάτωνα ἐξέβαλεν ἥ
τε ἀρχὴ καὶ τὰ πανταχόθεν ἕλκοντα, τήν γε ψυχὴν ὁ Πλατῶν
οἰκεῖ τὴν σήν, ὅθεν ἡμῖν μύθους καὶ λόγους τοιούτους φέ-
ρεις.

ἀλλ’ ἰδού, πάλιν σύ τε καὶ Μίκκαλος εἰς γεγένησθον
τοῦ Ἡφαίστου τοῦθ’ ὑμᾶς ἐργασαμένου. καὶ περιστήσεταί γε
ὑμᾶς ταῦτα, ὥσπερ εἰκός, ἴνα ὄντας· ἥξουσιν οἱ τίλλοντες.
ἀλλὰ σοὶ μὲν οὗτος ὁ φόβος, ὁ Μίκκαλος δὲ ἡμῖν οὐκ ἐν
περιουσίᾳ τριχῶν.

Related Letters