Letter 639: We are truly in a desert with you gone — or rather, in something worse than a desert.

LibaniusPhourtounatianos|c. 375 AD|Libanius
grief deathhumortravel mobility

Φουρτουνατιανῷ. (361)

Ἡμεῖς ὡς ἀληθῶς ἐν ἐρημίᾳ σοῦ γε ἀπόντος, μᾶλλον
δὲ ἐν φαυλοτέροις τῶν [γε] ἐρημίᾳ· οἱ μὲν γὰρ οὔτε χείροσιν
οὔτε βελτίοσιν ὁμιλοῦσιν, ἡμεῖς δὲ ὃν μὲν ἐχρῆν ἔχειν ζητοῦ-
μεν, ὧν δὲ κέρδος ἦν ἀπηλλάχθαι, τούτοις περιτυγχάνομεν.

ὃς δ’ ἦν μόνος εἰς παραμυθίαν, παραμυθίας δεῖται· Ῥου-
φῖνος ὁ πολλὰ δὴ παρὰ τοῦ δαιμονίου πεπληγμένος οὗτος
νῦν ἐκκρέμαται τῶν ἀγγάρων, καὶ τὸν αὐτὸν ἔδοις ἂν νῦν
μὲν γελῶντα, νῦν δὲ κλάοντα, πρὸς τὸν ἀεὶ φοιτῶντα λόγον
τὴν γνώμην τρεπόμενον.

‘ὲν δὴ φάρμακον ἰσχυρότερον τῶν
κακῶν, εἰ σὺ φανείης καὶ φιλοσοφοίης τὰ εἰωθότα.

Εὐδοξίω. (361)

Οὐ τὸ ἐπιστεῖλαι θρασύ, ἀλλὰ τὸ μὴ τοῦτο ποιῆσαι μέμψιν
ἔχον. σὺ δέ, κἂν μηδὲν ἄλλο κατεπείγῃ, προσαγόρευε· κἂν
κατεπείγῃ, γράφε θαρρῶν· ὡς ἐγὼ σέ τε καὶ τὸν ἀδελφὸν ἄν-
δρας τε ἡγοῦμαι χρηστοὺς καὶ τῆς παρ’ ἐμαυτοῦ βοηθείας,
εἴ τι δυναίμην, οὐκ ἀποστερήσω.

Related Letters