Letter 643: To Παλλαδίῳ. (361)
Παλλαδίῳ. (361)
Ὥσπερ ὑπὲρ ἀδίκου τινὸς ᾐσχυνόμην ἂν ἐπιστεῖλαι πρὸς
σὲ τὸν ὑπὲρ τῶν δικαίων ζῶντα, οὕτω νῦν δικαίου μεμνῆσθαι
μέλλων αἰσχρὸν ἡγούμην ὀκνῆσαι.
Ἀκάκιος ἴνα με νομίζει
τῶν εὐκαταφρονήτων καὶ τῷ πρὸς ἄλλους καὶ πρὸς ἐμὲ προσ-
φέρεται τρόπῳ. ξύλα γοῦν λαβὼν φυλάττειν τῆς παρακατα-
θήκης αὑτὸν ποιεῖ δεσπότην ἔτος τουτὶ τέταρτον ἀεὶ μὲν
ὑπισχνούμενος ἀποδώσειν, οὐκ ἔστι δὲ ὅτε οὐ ψευσάμενος.
ἐμὲ δὲ δύ’ ἀνθ’ ἑνὸς ἀδικεῖ, τῷ τε ἀποστερεῖν καὶ τῷ
χρήσασθαι δικαοταῖς ἀναγκάσαι. χρῶμαι δὲ τῷ τε ἐνταῦθα
καὶ σοί, τὸν μὲν πείσας πέμψαι στρατιώτην, σοῦ δὲ δεόμενος
μὴ τῆς ἀνάγκης αὐτὸν ἐξελέσθαι τῇ τοῦ σοὶ διακονεῖν προ-
φάσει.
Related Letters
The boy came in the late morning bringing the books, just when I was about to deliver a speech the next day and the...
God's judgment is certain, and no amount of cleverness or delay can avoid it.
So you weren't actually longing for the speeches — you just wanted to be seen longing for them.
Scripture speaks with precision to those who read carefully.
The priesthood is a sacred trust, not a career.