Letter 645: To Ἀκακίῳ. (361)

LibaniusAkakios|c. 375 AD|Libanius
imperial politicsproperty economics

Ἀκακίῳ. (361)

Εἴ μοι τὰ Κροίσου χρήματα καὶ χρυσὸν τὸν Γύγου καὶ
ἔτι τὸν Μίδου τοῦ Φρυγός , οὗ τὴν χώραν νῦν τε εὖ ποιεῖς
καὶ πρότερον ἐποίεις — οὐ θαυμάσῃ δέ, οἶμαι, τὸ καὶ νῦν εὖ

ποιεῖν Ἀγκύρας τε ἄρχων καὶ εἰδὼς ὅθεν αὐτῇ τοὔνομα —
εἰ οὖν μοι πάντα τὸν ἐκείνων λαβών ποθεν ἐπεπόμφεις πλοῦ-
τον, οὐκ ἂν ἦν μείζω τοῦ νῦν δοθέντος τὰ πολλὰ ἐκεῖνα·
οὕτως ἐμοὶ πάντα ἐλάττω τῶν Μάξιμον γιγνομένων.

ἀλλ’
ὅπως, ὦ ἄριστε μὴ μὴ χείρων ἔσται τῶν ἤδη πεπραγμένων ὁ
μετὰ ταῦτα χρόνος· οὐδὲ γὰρ εἰς ἀχάριστον καταθήσῃ τὴν
χάριν, ἀλλ’ εἰς βοῶντα καὶ κηρύττοντα ὃ λάβοι.

οὔκουν
ἐσίγησε πρὸς ἡμᾶς οὔτε τὴν παρὰ σὲ εἴσοδον οὔθ’ ὧν ἔτυχεν
εἰσελθών, ἀλλ’ οὕτως ἐστὶ χρηστός, ὥστε μακρὰν μὲν ἔπεμψεν
ἐπιστολὴν, δι’ ἑνὸς δὲ ῥήματος πᾶσαν ἦλθεν ὑφαίνων, ὥστε
με καὶ πρὸς γέλωτα ὑπενεχθῆναι. διὰ γὰρ τοῦ τετίμημαι
καὶ ἐτιμήθην καὶ τιμῆς ἠξίωμαι τὸ μῆκος ἐξειργάσατο
καὶ ἦν ὁ Δῖός Κόρινθος ἀτεχνῶς τὰ γράμματα.

εἰ οὖν
ὅστις ἀχάριστος μισοῖτ’ ἂν εἰκότως, ὅτῳ μέλει τοῦ μεμνῆσθαι
χάριτος, πῶς οὐχ ὅτι πλείστας τῷ τοιούτῳ δοτέον, ὥσπερ
πιείρᾳ γῇ σπέρματα;

ἐπῄνεσα δέ σου τὸ δόντα τὴν χάριν
μηδὲν εὐθὺς ἐπιστεῖλαι· τό τε γὰρ μηδὲν ἀποκρίνασθαι περὶ
ὧν ἠξίουν ἄλογον εἰπεῖν τε ὃ πεποιήκεις ᾐσχύνου. ἀλλ’ ἐπει-
δὴ παρ’ ἐμοῦ τὰ σοὶ πεπραγμένα πρὸς ἡμᾶς ἀκήκοας, ἴθι
καὶ γράφε καὶ διὰ πάντων εὔφραινε.

Related Letters