Letter 646: This Hilarinos is a Greek from Euboea — not inexperienced in legal matters.

LibaniusAnatolios|c. 375 AD|Libanius
property economics

Ἀνατολίῳ. (361)

Ἱλαρῖνος οὑτοσὶ τὸ μὲν Ἕλλην ἀπὸ τῆς Εὐβοίας.
δικῶν δὲ οὐκ ἄπειρος. ἐμοῦ δὲ ἤρα καὶ πρὶν ἰδεῖν. ἐπὶ δὲ
τὴν τῶν νόμων μητέρα ἥκει τὸ Σωκράτους μιμούμενος νομί-
ζων ἁπάσῃ ἡλικίᾳ πρέπειν τῶν καλῶν τι μανθάνειν.

τοῦ·
τὸν ἴνα ποίησαι τῶν περὶ σαυτόν, κἂν προσίῃ δέχου μεθ’
ἡδονῆς, κἂν ὀκνῇ, μεταπέμπου. εἴς τε γὰρ ἄνδρα χρηστὸν τὰ
τοιαῦτα ποιήσεις καὶ τῆς αὐτῆς ὁδοῦ δώσεις ἡμῖν χάριν, οἷς
χαριζόμενος οἴει κερδαίνειν.

Related Letters