Letter 650: In your anger at Karterios you have done something pleasing to the Muses and all the gods of eloquence — for he,...

LibaniusMaximos|c. 376 AD|Libanius
friendship

Μαξίμῳ. (361)

Τῇ πρὸς Καρτέριον ὀργῇ Μούσαις τε καὶ πᾶσι λογίοις
θεοῖς ἔπραξας κεχρισμένα, οὓς ἐκεῖνος ἀφεὶς καὶ ταῦτα αὐ-
τῶν τυχὼν ὅπλα τε ἐώνηται καὶ τὸν Ἄρη θεραπεύει καὶ γέ-
γονεν ἀντὶ ῥήτορος στρατιώτης.

ἀλλ’, ὦ μακάριε, βλέψας
πρὸς τὸν παρόντα καιρόν, ὃς τὰ μὲν ἐκείνων ἦρε, τὰ δ’ ἡμέ-
τέρα καθεῖλε, — πάντως δὲ ἀπὸ τῶν σῶν εὐθὺς ἡ πίστις,
προσθείην δ’ ἂν ὅτι καὶ ἐμῶν, οἳ πολλῷ χείρους ἡμῶν ἐπαι-
νεῖν ἠναγκάσμεθα φοβούμενοι μετὰ τῆς δυνάμεως αὐτῶν τὴν
ἄνοιαν — διὰ δὴ ταῦτα νομίσας Καρτέριον εἰκός τι πεπον-
θέναι πρὸς τὸ λυσιτελοῦν κεχωρηκότα τῷ μὲν παρελθόντι χρό-
νῷ τὴν εἰς τὸν Ἑρμῆν ὅρισον χάριν, τὰ λοιπὰ δὲ ἔστω φιλαν-
θρωπότερα μᾶλλον ἢ ἀκριβέστερα, ὅπως καὶ αὐτὸς ἀπολυ-
θείην αἰτίας. οὐ γὰρ σὺ δοκεῖς ἀμνημονεῖν τῶν πρὸς ἡμᾶς

ὑποσχέσεων, ἀλλ’ ἐγὼ τὴν σὴν κεκινηκέναι γνώμην.

ἔπειτα
ὑβρίζομαι ταῖς ὑποψίαις. ἀλλὰ σὺ τοῦτο ἄνελε καὶ δεῖξον ἐμ
τε οὐ κακοῦργον σαυτόν τε πόρρω τοῦ ψεύδεσθαι.

Related Letters