Letter 662: This Julian is a possession worthy of you: first in Greek, first in the language of the rulers [Latin], steeped in...

LibaniusKlearchos|c. 377 AD|Libanius
friendshiptravel mobility

Κλεάρχῳ. (361)

Σοὶ κτῆμα πρέπον Ἰουλιανὸς οὑτοσί, πρῶτος μὲν ἐν
Ελλάδι φωνῇ, πρῶτος δὲ ἐν τῇ τῶν κρατούντων, πλήρης

νόμων δεινὸς εἰπεῖν, φίλος ἄδολος, εἰδὼς καὶ τρωθῆναι φίλῳ
βοηθῶν. τοσαύτη δὲ ἐν αὐτῷ τῆς παιδείας ἡ χάρις, ὥστε
κύριός ἐστιν ὁπόσους ἂν ἐθέλῃ θηρεῦσαι· ἐφ’ ὅσων γὰρ ἂν
φθέγξηται, τοσούτους ᾕρηκεν.

ἔξεστι δὲ τῷ βουλομένῳ καὶ
δι’ ἑνὸς τοῦδε τὸν ἄνδρα μαθεῖν· ὃν γὰρ ἄριστον τῶν ὑπὸ
τὸν ἥλιον ἐγώ τε ἡγοῦμαι καὶ ὅστις οὐ φιλονεικεῖ μετ’ ἀναι-
δείας, τοῦτον εὕροις ἂν ἐν κέρδει ποιούμενον Ἰουλιανῷ συζῆν.
ὥστε καὶ συνοδοιπορεῖν αὐτὸν αὑτῷ Σαλούτιος πεποίηκεν ὡς
πᾶν δυσχερὲς λεῖον ἕξων, εἰ τῷδε παρόντι χρῷτο. 3, ἔγραψε
δ’ ἄν σοι καὶ Ὀλύμπιος ὑπέρ τε τοῦ ἀνδρὸς ὅμοια τοῖς παρ’
ἐμοῦ καὶ τοὺς πόνους ἐπαινῶν οὓς ὑπὲρ αὐτοῦ πονεῖς, εἰ μὴ
ἔτυχεν ἀπὼν ἐν Ἀπαμείᾳ τὰ Ὀλύμπια θεώμενος.

Related Letters